[ ]
Ion. — Ephesos — perh. 166-215 AD — JÖAI 62.1993.130,25 [SE 2102.1] — EA 27.1996.26,11 — SEG 41.981
1 | [․․․․]Α̣․Η̣․[— —]Ω̣Ι̣Δ̣Α̣Π̣[— — —]․․․․ΗΣ[— — —] |
[Ἄρ]τεμιν εὐφαρέτρειαν ἐμῆς γενεῆς γεγαυῖαν· | |
[π]άσης γὰρ πόλιος προκαθηγέτις ἐστὶ γενέθλης | |
μαῖα καὶ αὐξήτειρα βροτῶν καρπῶν τε δότειρα· | |
5 | ἧς μορφὴν Ἐφέσοιο κομίσσατε χρυσοφάεννον, |
κάτθετε δ’ ἐν νηῷ πολυγηθέες· ἥ κεν ἀλύξει | |
πήματα καὶ λοίμοιο βροτοφθόρα φάρμα[κ]α λύσει | |
λαμπάσι πυρσοφόροις νυχίᾳ φλογὶ μάγματα κηροῦ | |
τηΐξασα, μάγου κακοτήϊα σύμβολα τέχνης· | |
10 | αὐτὰρ ἐπὴν τελέσητε θεῇ προστάγματ’ ἐμεῖο |
ὕμνοις ἰοχέαιραν ἀπρόσμαχον ἰθυβέλειαν | |
καὶ θυσίαις ἅζεσθε κλυτὴν ἐπιωπέα κούρην, | |
ἔν τε χοροῖς ἔν τ’ εἰλαπίναις κοῦραί θ’ ἅμα παισὶν | |
παρθένον ἁλμήεσσαν ὑπὲρ χθόνα Μαίονος Ἕρμου | |
15 | πάντῃ κυδαίνοντες ἀναστέφε<τ>’ εὐρέα μύρτα |
κεκλόμενοι γαίης Ἐφεσηΐδος Ἄρτεμιν ἁγνήν | |
εἰς αἰὲν ὅππως ὕμμι πέλοι ἄχραντος ἀρωγός· | |
εἰ δέ τε μὴ τελέοιτε, πυρὸς τότε τείσετε ποινάς. | |
{²vac.}² χρηματισθεὶς ὑπὸ τοῦ Ἀπόλλωνος. |