[ ] Phryg. — Hierapolis (Pamukkale) — perh. 166-215 AD — ASAA 1963/64.360,IIa — EA 27.1996.11,4
— — —
1 χθὼν ἱερὴ κοτέουσ’ ὃν ἐμοὶ κατέπεφνον ὀιστοί.
οὐ μοῦνοι λοιμοῖο δυσαλθέος οὐλομένῃσιν
κηραίνεσθε δυηπαθίαις, πολλαὶ δὲ πόληες
ἄχνυνται λαοί τε θεῶν ὀδυσημοσύνῃσιν.
5 ὧν ἀπαλεύασθαι κέλομαι χόλον ἀλγινόεντα
λοιβαῖς εἰλαπίναις τε τεληέσσαις θ’ ἑκατόμβαις.
πρῶτα μὲν οὖν Γαίῃ παμμήτορι βοῦν ἀγελαίην.
ἐς μέγαρον τετράγυιον ἅμ’ εὐόδμοις θυέεσσιν
έξαντες πυρὶ δαίσατ’, ἐπὴν δέ μιν ἐξανύσῃ φλόξ,
10 λοιβῇσίν τε μελικρήτοις χθονί τ’ ἀμφιχέασθε
πασσυδίῃ· μετέπειτά τ’ ἀδαίετον Αἰθέρ[ι —]ον
έξατ’ ἐπουρανίοις τε θεοῖς, τεθυωμένα πάντα.
Δηοῖ δ’ ὡς ἔθος ὔμμιν ἐνερτερίοις τε θεοῖσιν
ἱερὰ ποιήσασθε μετ’ εὐαγέεσσι θυηλαῖς,
15 ἥρωσίν τε χοὰς χθονίοις κατὰ τεθμὰ χέασθε,
Καρείου τε μέδεσθε διαμπερὲς Ἀπόλλωνος·
ἐκ γὰρ ἐμεῦ γένος ἐστὲ πολισσούχοιό τε Μόψου.
πάσαις δ’ ἀμφὶ πύλαις Κλαρίου τεμενίξατε Φοίβου
τόξοις ἱρὸν ἄγαλμα κεκασμένον ὠλεσινούσοις,
20 οἷον ὀιστεύοντος ἀναρδέα τηλόσε λοιμόν.
αὐτὰρ ἐπὴν μειλιξαμένων ἀπὸ κῆρες ἵκωνται,
παῖδας παρθενικῇσιν ὁμοῦ Κολοφῶνα νέεσθαι
μολποὺ̣ς σὺν λοιβῇσιν ἐφίεμα̣ι̣ ἠδ’ ἑκατόμβαις
προφρονέως, ἐπεὶ ἦ μάλα πολλάκις ὔμμε σαώσας
25 οὔτινος ἐκ δημοῖο λάχον μενοεικέο̣ς̣ α̣ἶ̣σ̣α̣ν̣·
χρὴ δ’ εὖ ῥεξάντων μηδ’ ἀνδρῶν λήσμονας εἶναι.
ἢν ἔρδηθ’ ὅσ’ ἔοικε θεουδέσιν ἀνδράσι τεύχειν,
οὔποτ’ οἰζυρῇσιν ἐν ἀμπλακίῃσιν [ἔσεσθε],
ἀλλ’ ἀφνειότεροι καὶ σωότεροι νο․․․θ̣[—]
30 κυ․․․․ο̣π̣π̣ο̣․․ο̣υ̣․․․σ̣․[— — —]
— — —
Search Help
Contact Us