[ ]
Phryg. — Hierapolis (Pamukkale) — perh. 166-215 AD — ASAA 1963/64.360,IIa — EA 27.1996.11,4
| — — — | |
| 1 | χθὼν ἱερὴ κοτέουσ’ ὃν ἐμοὶ κατέπεφνον ὀιστοί. |
| οὐ μοῦνοι λοιμοῖο δυσαλθέος οὐλομένῃσιν | |
| κηραίνεσθε δυηπαθίαις, πολλαὶ δὲ πόληες | |
| ἄχνυνται λαοί τε θεῶν ὀδυσημοσύνῃσιν. | |
| 5 | ὧν ἀπαλεύασθαι κέλομαι χόλον ἀλγινόεντα |
| λοιβαῖς εἰλαπίναις τε τεληέσσαις θ’ ἑκατόμβαις. | |
| πρῶτα μὲν οὖν Γαίῃ παμμήτορι βοῦν ἀγελαίην. | |
| ἐς μέγαρον τετράγυιον ἅμ’ εὐόδμοις θυέεσσιν | |
| ῥέξαντες πυρὶ δαίσατ’, ἐπὴν δέ μιν ἐξανύσῃ φλόξ, | |
| 10 | λοιβῇσίν τε μελικρήτοις χθονί τ’ ἀμφιχέασθε |
| πασσυδίῃ· μετέπειτά τ’ ἀδαίετον Αἰθέρ[ι —]ον | |
| ῥέξατ’ ἐπουρανίοις τε θεοῖς, τεθυωμένα πάντα. | |
| Δηοῖ δ’ ὡς ἔθος ὔμμιν ἐνερτερίοις τε θεοῖσιν | |
| ἱερὰ ποιήσασθε μετ’ εὐαγέεσσι θυηλαῖς, | |
| 15 | ἥρωσίν τε χοὰς χθονίοις κατὰ τεθμὰ χέασθε, |
| Καρείου τε μέδεσθε διαμπερὲς Ἀπόλλωνος· | |
| ἐκ γὰρ ἐμεῦ γένος ἐστὲ πολισσούχοιό τε Μόψου. | |
| πάσαις δ’ ἀμφὶ πύλαις Κλαρίου τεμενίξατε Φοίβου | |
| τόξοις ἱρὸν ἄγαλμα κεκασμένον ὠλεσινούσοις, | |
| 20 | οἷον ὀιστεύοντος ἀναρδέα τηλόσε λοιμόν. |
| αὐτὰρ ἐπὴν μειλιξαμένων ἀπὸ κῆρες ἵκωνται, | |
| παῖδας παρθενικῇσιν ὁμοῦ Κολοφῶνα νέεσθαι | |
| μολποὺ̣ς σὺν λοιβῇσιν ἐφίεμα̣ι̣ ἠδ’ ἑκατόμβαις | |
| προφρονέως, ἐπεὶ ἦ μάλα πολλάκις ὔμμε σαώσας | |
| 25 | οὔτινος ἐκ δημοῖο λάχον μενοεικέο̣ς̣ α̣ἶ̣σ̣α̣ν̣· |
| χρὴ δ’ εὖ ῥεξάντων μηδ’ ἀνδρῶν λήσμονας εἶναι. | |
| ἢν ἔρδηθ’ ὅσ’ ἔοικε θεουδέσιν ἀνδράσι τεύχειν, | |
| οὔποτ’ οἰζυρῇσιν ἐν ἀμπλακίῃσιν [ἔσεσθε], | |
| ἀλλ’ ἀφνειότεροι καὶ σωότεροι νο․․․θ̣[—] | |
| 30 | κυ․․․․ο̣π̣π̣ο̣․․ο̣υ̣․․․σ̣․[— — —] |
| — — — |