[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — BCH 39.1915.36
1 | [ἐπὶ πρυ]τάνεως Κυνίσκου· μη- |
[νὸς Λη]ν̣αιῶνος · ἔδοξεν τῆι | |
[βουλῆι καὶ] τῶι δήμωι· Μοῖρις ἐπε- | |
[στάτει]· γνώμηι τῶν ἐπιμηνί- | |
5 | [ων· ἐπειδ]ὴ Μητρᾶς Φιλαίου Κυ- |
[ζικηνὸς(?) ἀ]νὴρ ἀγαθός ἐστι καὶ | |
[εὔνους τ]ῆι πόλει, δεδόχθαι τῆι | |
[βουλῆι καὶ] τῶι δήμωι· ποιήσασθαι | |
[αὐτὸν πο]λίτην ἐφ’ ἴσηι καὶ ὁμοίαι | |
10 | καὶ εἶναι αὐτῶι ἔνκτησιν γῆς καὶ |
[οἰκία]ς· καὶ εἰς γένος ἐπελθεῖν ὅ τι | |
[ἂ]ν βούληται· καὶ τῶν ἄλλων πά[ν]- | |
[τ]ων μετουσίαν ὅσων καὶ τοῖ[ς] | |
ἄλλοις Κολοφωνίοις μέτεστιν· | |
15 | δεδόσθαι δὲ ταῦτα καὶ αὐτῶι κ[αὶ] |
ἐκγόνοις· ἀναγράψαι δὲ τόδε τ[ὸ] | |
[ψ]ήφισμα εἰς στήλην λιθίνην̣ [καὶ] | |
στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ[λω]- | |
νος τοῦ Κλαρίου· διαψηφίσα[ι δὲ] | |
20 | ταῦτα ἐν ἀμφοτέραις ταῖς̣ [πόλε]- |
σιν· διεψηφίσθη ἐγ Κολοφῶν[ι τῆι] | |
ἐπὶ θαλάσσηι καὶ δέδοτ̣[αι]. {²vac.}² |