[ ]
Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — BCH 39.1915.36
| 1 | [ἐπὶ πρυ]τάνεως Κυνίσκου· μη- |
| [νὸς Λη]ν̣αιῶνος · ἔδοξεν τῆι | |
| [βουλῆι καὶ] τῶι δήμωι· Μοῖρις ἐπε- | |
| [στάτει]· γνώμηι τῶν ἐπιμηνί- | |
| 5 | [ων· ἐπειδ]ὴ Μητρᾶς Φιλαίου Κυ- |
| [ζικηνὸς(?) ἀ]νὴρ ἀγαθός ἐστι καὶ | |
| [εὔνους τ]ῆι πόλει, δεδόχθαι τῆι | |
| [βουλῆι καὶ] τῶι δήμωι· ποιήσασθαι | |
| [αὐτὸν πο]λίτην ἐφ’ ἴσηι καὶ ὁμοίαι | |
| 10 | καὶ εἶναι αὐτῶι ἔνκτησιν γῆς καὶ |
| [οἰκία]ς· καὶ εἰς γένος ἐπελθεῖν ὅ τι | |
| [ἂ]ν βούληται· καὶ τῶν ἄλλων πά[ν]- | |
| [τ]ων μετουσίαν ὅσων καὶ τοῖ[ς] | |
| ἄλλοις Κολοφωνίοις μέτεστιν· | |
| 15 | δεδόσθαι δὲ ταῦτα καὶ αὐτῶι κ[αὶ] |
| ἐκγόνοις· ἀναγράψαι δὲ τόδε τ[ὸ] | |
| [ψ]ήφισμα εἰς στήλην λιθίνην̣ [καὶ] | |
| στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ[λω]- | |
| νος τοῦ Κλαρίου· διαψηφίσα[ι δὲ] | |
| 20 | ταῦτα ἐν ἀμφοτέραις ταῖς̣ [πόλε]- |
| σιν· διεψηφίσθη ἐγ Κολοφῶν[ι τῆι] | |
| ἐπὶ θαλάσσηι καὶ δέδοτ̣[αι]. {²vac.}² |