[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — BCH 39.1915.36
1 [ἐπὶ πρυ]τάνεως Κυνίσκου· μη-
[νὸς Λη]ν̣αιῶνος · ἔδοξεν τῆι
[βουλῆι καὶ] τῶι δήμωι· Μοῖρις ἐπε-
[στάτει]· γνώμηι τῶν ἐπιμηνί-
5 [ων· ἐπειδ]ὴ Μητρᾶς Φιλαίου Κυ-
[ζικηνὸς(?) ἀ]νὴρ ἀγαθός ἐστι καὶ
[εὔνους τ]ῆι πόλει, δεδόχθαι τῆι
[βουλῆι καὶ] τῶι δήμωι· ποιήσασθαι
[αὐτὸν πο]λίτην ἐφ’ ἴσηι καὶ ὁμοίαι
10 καὶ εἶναι αὐτῶι ἔνκτησιν γῆς καὶ
[οἰκία]ς· καὶ εἰς γένος ἐπελθεῖν ὅ τι
[ἂ]ν βούληται· καὶ τῶν ἄλλων πά[ν]-
[τ]ων μετουσίαν ὅσων καὶ τοῖ[ς]
ἄλλοις Κολοφωνίοις μέτεστιν·
15 δεδόσθαι δὲ ταῦτα καὶ αὐτῶι κ[αὶ]
ἐκγόνοις· ἀναγράψαι δὲ τόδε τ[ὸ]
[ψ]ήφισμα εἰς στήλην λιθίνην̣ [καὶ]
στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλ[λω]-
νος τοῦ Κλαρίου· διαψηφίσα[ι δὲ]
20 ταῦτα ἐν ἀμφοτέραις ταῖς̣ [πόλε]-
σιν· διεψηφίσθη ἐγ Κολοφῶν[ι τῆι]
ἐπὶ θαλάσσηι καὶ δέδοτ̣[αι]. {²vac.}²
Search Help
Contact Us