[ ] Ion. — Kolophon: Klaros, Sanct. of Apollo Klarios — stoich. 38-41 — ca. 200-160 BC — JÖAI 8.1905.161,1
— — —
1 [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․] Κλαρι-
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․]ν εἰκόνα
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ ἱ(?)]εροῦ πλησίον
[․․․․․․․․․․․․․․․․․․․․․․․․․]ου καὶ τῆς μητρὸς
5 [․․․․․․․․․․․․․․․․․․․․․․․․]ς καὶ ἐπειδή οἱ [․]ε
[․․․․․․․․․․․․ τῶν τε νέων] καὶ τῶν ἐφήβων τη[․․․․]
[․․․․․․․․․․․․․․․․․․․․․․․] τιμῆσαι Ἀθηναῖον, ὄντα
[εὐμενῆ καὶ ἀεὶ τῶν καλλ]ίστων ὀρεγόμενον ταῖς
[ἑαυτοῦ πράξεσιν, ἀποδ]όντες ἐπιφανῆ καὶ μνήμης
10 [ἀξίαν αὐτῶι τῆς εὐνοί]ας χάριν, δεδόχθαι περὶ τού-
[των τῆι βουλῆι καὶ τῶι] δήμωι. τὸν γυμνασίαρχον
[τῶν ἐφήβων κατ’ ἐνιαυτ]όν, ἐν ἧι ἡμέραι Ἀθηναῖος ἐ-
[τελεύτησε, θυσίαν τ]ελεῖν καὶ διαδρομὴν τῶν νέων
[καὶ τῶν ἐφήβων Ἀθη]ναίωι· συντελεῖν δὲ ἐν τῆι αὐ-
15 [τῆι ἡμέραι καὶ τ]ὸν παιδονόμον ἀγῶνα παίδων, διδο-
[μένου αὐτοῖ]ς ὑπὸ τοῦ οἰκονόμου εἴς τε τὴν θυσίαν
καὶ τὴν διαδρομὴν καὶ τὸν ἀγῶνα, ὃ ἂν ὁ δῆμος τάξηι
ἐγ Κρονιῶνι μηνί. τῶν δὲ ἱερείων τῶν τεθέντων, ἀ-
φαιρεθέντων εἰς τὰ ἆθλα τοῖς τε νέοις καὶ τοῖς ἐφη-
20 βοις καὶ τοῖς παισίν, ἐὰμ μή τι καὶ ἄλλο βούλωνται
τιθέναι τοῖς νικῶσι, τὰ λοιπὰ διανεμέτω ὁ γυμνα-
[σ]ίαρχος τοῖς ἀλει[ψ]αμένοις καὶ τῆι βουλῆι καὶ
[τοῖ]ς ἄλλοις ἄρχουσι καὶ τοῖς ἱερεῦσι καὶ πρυτά-
[νει κα]ὶ προφήτῃ καὶ ἱερῶι{ι} συνεδρίωι καὶ τοῖς
25 [νικήσα]σι τοὺς στεφανίτας ἀγῶνας καὶ ἱεροκή[ρυ]-
[ξι καὶ γρα]μματεῦσιν. τὴν δὲ διαδρομὴν συντελ[εῖσ]-
[θαι ὑπὸ τοῦ γ]υμνασιάρχου ἐν τῶι Ὁμηρείωι. τ[οὺς]
[δέ νικήσαντας ἀ]ναγγέλλεσθαι ὑπὸ τῶν ἀρχόντων
[αὐθήμερον(?). τὸν δὲ] παιδονόμον τὸν ἀγῶνα συντε-
30 [λεῖν τῶν παίδων ἐν τῶι Ὁ]μη[ρ]ε[ί]ωι, μέχρι π[α]ιδικὴ
[σχολὴ κατεσκεύασται(?). ἀναγορ]εύεσθαι δὲ τὴν ἡμέ-
[ραν, ἐν ἧι ἥ τε θυσία καὶ ἡ διαδρομ]ὴ καὶ ὁ ἀγὼν συντε-
[λεσθήσονται ․․․․․․․․․․․․․․․․· ἐξ]εῖναι δὲ καὶ
[․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ α]ὐτῆι καὶ [․․]
35 — — —
Search Help
Contact Us