[ ]
Att. — Aixone (Glyphada) — 313/2 BC — MDAI(A) 66.1941.218,1
1 | θεοί |
[Γ]λαυκίδης Σωσί[ππ]ου εἶπεν· ἐπειδὴ οἱ χορηγοὶ Αὐτ[έα]- | |
ς̣ Αὐτοκλέους καὶ Φιλοξενίδης Φιλίππου καλῶς [κα]- | |
[ὶ] φιλοτίμως ἐχορήγησαν· δεδόχθαι τοῖς δημότ[α]- | |
5 | ις· στεφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι ἑκάτε- |
ρον ἀπὸ ἑκατὸν δραχμῶν ἐν τῶι θεάτρωι τοῖς κω- | |
μωιδοῖς τοῖς μετὰ Θεόφραστο̣ν ἄρχοντα ὅπως ἂν | |
[φ]ιλοτιμῶνται καὶ οἱ ἄλλοι χορηγοὶ οἱ μέλλοντες | |
[χ]ορηγεῖν· δοῦναι δὲ αὐτοῖς καὶ εἰς θυσίαν δέκα δ- | |
10 | ραχμὰς τὸν δήμαρχον Ἡγησίλεων καὶ τοὺς ταμί- |
ας· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε τοὺς ταμία- | |
ς ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι θεάτρωι ὅπως | |
ἂν Αἰξωνεῖς ἀεὶ ὡς κάλλιστα <τὰ> Δ̣ιονύσια ποιῶσιν. |