[ ]
Att. — Aixone (Glyphada) — 313/2 BC — MDAI(A) 66.1941.218,1
| 1 | θεοί |
| [Γ]λαυκίδης Σωσί[ππ]ου εἶπεν· ἐπειδὴ οἱ χορηγοὶ Αὐτ[έα]- | |
| ς̣ Αὐτοκλέους καὶ Φιλοξενίδης Φιλίππου καλῶς [κα]- | |
| [ὶ] φιλοτίμως ἐχορήγησαν· δεδόχθαι τοῖς δημότ[α]- | |
| 5 | ις· στεφανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι ἑκάτε- |
| ρον ἀπὸ ἑκατὸν δραχμῶν ἐν τῶι θεάτρωι τοῖς κω- | |
| μωιδοῖς τοῖς μετὰ Θεόφραστο̣ν ἄρχοντα ὅπως ἂν | |
| [φ]ιλοτιμῶνται καὶ οἱ ἄλλοι χορηγοὶ οἱ μέλλοντες | |
| [χ]ορηγεῖν· δοῦναι δὲ αὐτοῖς καὶ εἰς θυσίαν δέκα δ- | |
| 10 | ραχμὰς τὸν δήμαρχον Ἡγησίλεων καὶ τοὺς ταμί- |
| ας· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε τοὺς ταμία- | |
| ς ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι θεάτρωι ὅπως | |
| ἂν Αἰξωνεῖς ἀεὶ ὡς κάλλιστα <τὰ> Δ̣ιονύσια ποιῶσιν. |