[ ] Att. — Athens — stoich. 33 — 247/6? 246/5 BC?
See also:
1 ἐπὶ Πολυεύκτου ἄρχοντος, ἐπὶ τῆς Ἐρεχθη-
ίδος δευτέρας πρυτανείας ἧι Χαιρεφῶν Ἀ-
ρχεστράτου Κεφαλῆθεν ἐγραμμάτευεν, Με-
ταγειτνιῶνος ἑνδεκάτει v ἑνδεκάτει τῆ-
5 ς πρυτανείας v ἐκκλησία κυρία· τῶν προέδ[ρ]-
ων ἐπεψήφιζεν v Κλείδημος Φρύνωνος Φλ[υ]-
εὺς καὶ συμπρόεδροι· v  ἔδοξεν τῆι βουλῆ̣[ι]
καὶ τῶι δήμωι v Δημόστρατος Ἀριστοφάν[ο]-
υ Παιανιεὺς εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλει Ἀ-
10 ριστοφάνης ὁ ὑὸς τῆς ἱερείας τῆς Ἀγλαύρ-
ου ὑπὲρ τῶν ἱερῶν ὧν ἔθυεν τοῖς εἰσιτητη-
ρίοις τῆι Ἀγλαύρωι καὶ τῶι Ἄρει καὶ τῶι Ἡλί-
ωι καὶ ταῖς  Ὥραις καὶ τῶι Ἀπόλλωνι καὶ το-
ῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν v ἀγαθεῖ τ-
15 ύχει, δεδόχθαι τῆι βουλῆι τοὺς προέδρου-
ς οἵτιν<ε>ς ἂν προεδρεύωσιν εἰς τὴν πρώτη-
ν ἐκκλησίαν χρηματίσαι περὶ τούτων ἐν ἱε-
ροῖς, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς
εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι v τὰ μὲ-
20 ν ἀγαθὰ δέχεσθαι τὴν βουλὴν καὶ τὸν δῆμο-
ν τὰ γεγονότα ἐν τοῖς ἱεροῖς ἐφ’ ὑγιείαι κ-
αὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ
Ἀθηναίων καὶ παίδων καὶ γυναικῶν καὶ ὑπ-
ὲρ τοῦ βασιλέως Ἀντιγόνου καὶ Φίλας τῆς
25 βασιλίσσης καὶ τῶν ἐκγόνων αὐτῶν v ἐπει-
δὴ δὲ ἡ ἱέρεια τῆς Ἀγλαύρου τά τε εἰσαγώγ-
εια καὶ τὰς θυσίας ἔθυσε τὰς προσηκούσα-
ς, ἐπεμελήθη δὲ καὶ τῆς εὐταξίας τῆς ἐν τῆ-
ι παννυχίδι, ἐκόσμησε δὲ καὶ τὴν τράπεζα-
30 ν, ἐπαινέσαι τὴν ἱέρειαν τῆς Ἀγλαύρου vv
Τιμοκρίτην Πολυνίκου Ἀφιδναίου θυγατ-
έρα καὶ στεφανῶσαι αὐτὴν θαλλοῦ στεφάν-
ωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεούς. ἀ-
ναγράψαι δὲ τὸ ψήφισμα τὸν γραμματέα τὸ-
35 ν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ
στῆσαι ἐν τῶι ἱερῶι τῆς Ἀγλαύρου, εἰς δὲ τ-
ὴν ἀναγραφὴν τῆς στήλης μερίσαι τοὺς ἐπ-
ὶ τῆι διοικήσει τὸ γενόμενον ἀνάλωμα.
              ἡ βουλή
40               ὁ δῆμος
              τὴν ἱέρειαν
              Τιμοκρίτην.
Search Help
Contact Us