| 1 | θε[οί]. |
| [ἐπὶ ․․․7․․․]ου ἄρχοντος, στρατηγοῦντος ἐπὶ τοὺς ὁπλίτας Μνασ[έου τοῦ] | |
| Μνασ[έου Βερ]ενικίδου· βουλῆς ψηφίσματα· Βοηδρομι[ῶ]νος ἕκτῃ ἱστα[μένου· ἐ]ν τῶι | |
| Θησε[ίωι ἐκ] σταδ[ίου]· Μνασέας Μνασέου Βερεν[ικίδης] εἶπεν· ὑπὲρ ὧν [ἀπαγγέλλει] ὁ κοσ- | |
| 5 | μητὴ[ς τῶν ἐφήβ]ων Ἡδύλος Στράτωνος [Λαμπτρ]εύς, ὑπὲρ τῆς θυ[σίας ἧς ἔ]θυσεν |
| μετὰ [τῶν ἐφήβων ἐ]ν ἀκροπ[όλει, ἐξι]τητ[ήρια τ]ῆι τε Ἀθηνᾶι τῆι Π[ολιάδι καὶ τοῖς] ἄλλοις | |
| θεοῖς [οἷς πάτριον ἦν, ὑπ]έ̣ρ̣ τ[ε τῆς βο]υλῆς κα[ὶ τοῦ] δήμου καὶ [παίδων καὶ γυναικῶν καὶ τῶν] | |
| φίλω[ν καὶ συμμάχω]ν, καὶ γεγον[έναι ἐ]ν πᾶσ[ι]ν [τ]ὰ [ἱερὰ καλὰ καὶ σωτήρια], ἀγαθῆι τύχηι | |
| [δεδόχθαι τῆι βο]υλῆι τὰ μὲν ἱερὰ [τὰ γεγονό]τα ἐν τ[οῖς ἱεροῖς <δέχεσθαι> ἐφ’ ὑ]γιείαι καὶ σωτηρίαι | |
| 10 | τῆ[ς βουλῆ]ς καὶ π[αί]δων καὶ γυναι[κῶν καὶ τ]ῶν φίλων κα[ὶ συμμάχων· ἐπαινέ]σαι δὲ τὸν κοσμη- |
| τὴν [Ἡδύλ]ον Σ[τρ]ά[τ]ωνος Λα[μπ]τρέα κα[ὶ τοὺ]ς ἐφή[βους, καὶ στεφανῶσα]ι ἕκ[αστ]ον αὐτῶν θαλ- | |
| λοῦ σ[τε]φάνωι ἐπὶ τῆι εὐσεβείαι τῆι π[ρὸς τοὺς θεοὺς καὶ] ἐπὶ [τ]ῆι παρ’ ὅλο[ν τὸν ἐνι]αυτὸ[ν] | |
| [σπουδῆι καὶ φι]λοπονίαι περὶ πάντα, [ἵνα τούτων συντελο]υμένων φαίν[ηται ἡ βουλὴ] τιμ[ῶσα] | |
| [το]ὺς [ἀγαθοὺς] τῆς ἐ[πιβαλλούσης αὐτοῖς τιμῆς]. | |
| 15 | ἐπειδὴ π[ρόσοδον ποιησάμενοι οἱ ἔφηβοι οἱ ἐπὶ Ἀπολλοδώρου ἄρχοντος πρ]ὸς τ[ὴν βου]λὴν ἐμφανίζουσι[ν] |
| τὸν κοσμ[ητ]ὴν Ἡ[δύλον Στράτωνος Λαμπτρέα εὐγ]ενῆ κα[ὶ φιλότι]μ[ο]ν πρὸς [ἑ]αυτοὺς γεγονέναι | |
| καὶ π[ε]φροντικένα[ι — — — — — — — — — — — — — —]ν προτρ[επόμενον ἐπὶ τὰ κάλ]λιστα τῶν ἐπι- | |
| τηδευμάτων καὶ π[αρακαθίζοντα ταῖς τῶν ῥητόρ]ω̣ν [καὶ γραμματικῶν σχολαῖς] καὶ ταῖς γινομέναις | |
| ἀκροάσεσι· ἐπιμεμε[λῆσθαι δὲ καὶ τῆς περὶ τὸ σῶμα γυμνασίας καὶ ἀσκή]σεως, ἔτι δὲ καὶ τῆς ἐν τοῖς | |
| 20 | ὅπλοις ἐμπειρίας καὶ [φιλοπονίας, τάς τε ἐκ τῶν νό]μων ἀποδ[είξει]ς πεποιῆσθαι καὶ ἐν τοῖς τῶν |
| εὐεργετῶν ἀγῶσιν [τεθυκέναι ἐν τοῖς καθήκουσι χρόν]οις, καὶ ταῖς γιν[ομέ]ναις λαμπάσ[ι]ν διηγωνίσθαι | |
| [π]οιουμένους καὶ τὴ[ν πρὸς ἀλλή]λο[υς ἅμιλλαν ἐνδ]όξως καὶ ἐπάνδρ[ως], ἔν τε ταῖς φυλακαῖς καὶ | |
| τῶν τ[ε]ιχῶν κ[αὶ τοῦ Π]ειραιέως ἀνελ[λιπῶς π]εποιῆσθαι τῆι πατρίδι τὴν λειτουρ[γία]ν διά τε ἑαυτο[ῦ] | |
| καὶ τῶν π[αιδευτ]ῶν, ὑπερτιθέμεν[ον πᾶσ]αν δύναμιν τῆι πρός τε τοὺς ἐφ[ήβους] καὶ τὴν πό- | |
| 25 | λι[ν σπουδῆι κα]ὶ φιλοτιμίαι, καὶ πεφρ[οντικ]έναι τοῦ πάντας ἐνόπλ[ο]υς ὑπάρχειν· πεποιῆσ- |
| θαι [δὲ καὶ δαπ]άνας ἐκ τῶν ἰδίων [ὑπὲρ τῆ]ς ἑαυτῶν τιμῆς, θύοντα ἐν τοῖς γυμνασίοις οἷς κα- | |
| θ[ῆκον ἦν καὶ χρήματα ἱ]κανὰ διδόντα καὶ δ[ωρεὰ(?)]ς πο[ιού]μενον, ὅπως ἀπὸ τῆς πρώτης ἡλικίας ἔν τε εὐτα- | |
| ξίαι καὶ σώμ[ατο]ς ἐπιμελείαι τοὺς ἐ[θι]σμοὺς π[οιού]μενοι καὶ τυγχάνοντες τῆς περὶ ταῦτα τιμῆς ἐ[ν] | |
| τοῖς καλλί[στοις] ἐθισμοῖς ἀναστρ[έφ]ωνται· δ[ιατ]ετηρηκέναι δὲ αὐτοὺς καὶ ἐν τοῖς βιοτικοῖς [ἀδα]- | |
| 30 | πάνους, τ[οὺς μὲν προ]υχεῖς καὶ πρ[ὸς τὰ κάλλι]στ[α φι]λοτίμως ἔχοντας συνπροτρεψάμενος [εἰς γυ]- |
| μνασ[ιαρχίας, τοὺς δὲ] συμμέτ[ρους κουφίσας τῆς ε]ἰς ταῦτα δαπάνης· προνενοῆσθαι δὲ κα[ὶ τῶν] | |
| θυσιῶν [ὧν οἵ τε ἐθισμ]οὶ τῆς π[όλεως καὶ οἱ νόμοι προσέ]τα[ττ]ον, καὶ τεθυκέναι ἐκ τῶν ἰδίων τ[ὰ εἰ]- | |
| σιτητήρια ἐν [— — — — — — — —, ἀνεστ]ράφθαι τε δι’ ὅλου τοῦ ἐνιαυτοῦ ἴσως | |
| κα[ὶ] δικ[αίως καὶ κοινῆι πρὸς πάντας τοὺς ἐφήβους καὶ ἰδίαι πρὸς] ἕνα ἕκαστον αὐτῶν, πατρικὴν προσ- | |
| 35 | φερόμεν[ο]ν εὔ[νοι]αν· ἐφ’ οἷς καὶ αὐτοὶ β[ουλόμενοι εὐχαριστεῖν αὐτῶι ἐστ]εφάνωσάν τε αὐτὸν ἐν τῆι βου- |
| λῆι χρυσῶι στεφάνωι καὶ παρακαλοῦσι τὴν βου[λὴν ἐπιχ]ωρῆσα[ι αὐτοῖ]ς ποιήσασθαι γραπτῆς εἰκόνος | |
| [ἐ]ν ὅπλωι ἀνάθεσιν ἐν τ[ῶ]ι ἐν Ἐλευσῖνι ἱερῶι καὶ ἐ[πιγράψ]α̣ι̣ ["οἱ ἐφηβεύσα]ντες ἐν τῶι ἐπὶ Ἀπολλοδώρου | |
| ἄρχοντος ἐνιαυτῶι τὸν [ἑ]αυτῶν κοσμητὴν Ἡδ[ύλον Στράτωνος Λαμπτρ]έα ἀρετῆς ἕνεκεν Δήμητ[ρι] | |
| καὶ Κόρηι"· ὁμοίως δὲ καὶ ἑ[τ]έρας ἐν ἄστει, οὗ [ἂν εὔκαιρον ἦι· ἐξεῖναι δὲ α]ὐτοῖς ποιήσασθαι αὐτοῦ κ̣[αὶ] | |
| 40 | χαλκῆς εἰκόνος ἀνάθεσιν ἐν ἀγορᾶι, πλὴν οὗ [οἱ νόμοι ἀπαγορεύουσιν· τύχηι] ἀγαθῆι δεδόχθαι τῆι |
| βουλῆι ἐπικεχωρῆσθαι τοῖς [ἐφ]ήβοις στεφάνωι κα[ὶ εἰκόσιν στεφανοῦσθαι τ]ὸν ἑαυτῶν κοσμητὴν | |
| [Ἡ]δύλον Στράτωνος Λαμπτρέ[α ἐ]πὶ τῆι πρὸς αὐτοὺς ε[ὐνοίαι καὶ φιλοτιμίαι, ποιήσα]σθαι δὲ καὶ τὴν ἀνάθε- | |
| [σι]ν τῶν εἰκόνων ἐν οἷς αἰτο[ῦντ]αι τόποι[ς]· ἔτι δὲ κα[ὶ] στῆ[σαι στήλην] ἔχ[ουσ]αν τά τ’ ἑαυτῶν ὀνόματα κα[ὶ] | |
| [τ]ὰ περὶ τούτων ψηφίσματ[α, ἵνα] τούτω[ν σ]υντελουμ[ένω]ν φαίνηται ἡ βουλὴ τιμ[ῶ]σα τοὺς ἀγαθοὺς τῶν | |
| 45 | [ἀν]δρῶν. |
| [ἐ]πειδὴ οἱ ἔ[φ]ηβοι οἱ ἐπὶ Ἀ[πολλ]οδώρου ἄρ[χ]οντος [καλῶ]ς καὶ εὐσχημόνως πεπ[οίη]νται τὴν | |
| [ἀ]ν[ασ]τροφ[ὴ]ν διὰ παντὸ[ς] τοῦ τῆς ἐφηβείας χ[ρόνου], πειθαρχοῦντες [τῶι τ]ε κοσ[μ]ητῆι καὶ | |
| [τοῖ]ς παιδευταῖς κα[ὶ παρ]εδρεύοντες ταῖς τ[ῶν φιλο]σόφων σχο[λ]α[ῖς καὶ] τῶι γυμνασίω[ι] | |
| [τ]ὴν καθήκουσαν ἀν[αστρ]οφὴν ποιούμενοι, ἐπιμεμ[έλ]η̣ν[τ]αι δὲ καὶ τῆ[ς περ]ὶ τὸ σῶμα γυμνασί- | |
| 50 | ας καὶ ἀσκήσεως, ἔ[τι δὲ κ]αὶ τῆς ἐν τοῖς ὅπλοις φ[ι]λοπονίας παρ’ ὅλον τ[ὸν ἐ]νιαυτὸν σπουδῆ[ς] |
| καὶ φιλοτιμίας ο[ὐδὲν ἐλλεί]ποντες· ἐπο[ιήσ]αντο δὲ τὴν φυλακὴν τοῦ τε [ἄσ]τεως καὶ τοῦ Πειρα[ι]- | |
| έως κατὰ τ[ὰ παραγγελλόμ]ενα ὑπό τε τοῦ κοσμητοῦ καὶ τῶν στρατηγῶν· [ἔ]τι δὲ καὶ τὰς ἐπὶ τὴν χώ- | |
| ραν ἐξό[δο]υς κα[τὰ τὸ δυνατὸν] πάν[τ]α πράττοντες μεθ’ ὁμονοία[ς]· τάς τε τῶν ἡγουμένων ἐγδοχὰ[ς] | |
| ἐπετ[έλ]εσαν με[τὰ πάση]ς προθυμίας· διαφυλάττοντες δὲ καὶ τὴν [π]ρὸς τοὺς θεοὺς εὐσέβειαν τά[ς] | |
| 55 | [τε πομπ]ὰς σ[υν]έπεμψαν τῆι πόλει πάσας καὶ τὰς λειτουργίας ἐλειτ[ο]ύργησαν· ἔθυσαν δὲ τὰ Προη[ρ]- |
| έσια καὶ Μυστήρια καὶ Πειραῖα καὶ Διονύ[σ]ια, παραστήσαντες ὡς κάλ[λιστ]α θύματα· ἔ[θ]υσαν δὲ καὶ τοῖς | |
| Διογενείοις ἐν τῶι τεμένει καὶ τὰς ἄλλας θυσίας ἐπετέλεσαν [τὰς καθ]ηκούσας καὶ ἐκαλλιέρη- | |
| σαν ἐμ πάσαις· ἔθυσαν δὲ καὶ τὰ Σύλλει[α] κα[ὶ ἐκ]αλλιέρησαν, ὁμ[οίως δὲ κα]ὶ τὰ ἐξιτητήρια ἐν ἀκρο- | |
| πόλει, τῆι τε Ἀθηνᾶι τῆι Πολιάδι καὶ τῆι Κουρ[οτρό]φωι καὶ τῆι Πανδρόσ[ωι κα]ὶ ἐκαλλιέρησαν· [ἵ]να οὖν κα[ὶ] | |
| 60 | ἡ βουλὴ φαίνηται ἀποδεχομένη τὴν τῶν ἐ[φήβω]ν ἀρετὴν καὶ πρὸς τὰ κ[α]λὰ φιλοτιμίαν, τύχηι ἀγαθ[ῆι] |
| δεδόχθαι τῆι βουλῆι ἐπαινέσαι τοὺς ἐφήβο[υς τ]οὺς ἐπὶ Ἀπολλοδώρου ἄρχοντος καὶ στεφανῶσαι | |
| χρυσῶι στεφάνωι, ἐφ’ ἧι πεποίηνται εὐταξί[αι κ]αὶ τῆι περὶ τὰ κάλλιστα τῶν ἐπιτηδευμάτων σπο[υ]- | |
| δῆι, καὶ ἀνειπεῖν τὸν στέφανον Διονυσίων [τῶν μεγά]λων τῶι καινῶ[ι ἀγῶνι] καὶ Παναθηναίων καὶ Ἐ- | |
| λευσινίων τοῖς γυμνικοῖς ἀγῶσιν· τῆς δ[ὲ ἀναγορε]ύσεως τοῦ [στεφάνο]υ ἐπιμεληθῆναι τὸν στρ[α]- | |
| 65 | τηγὸν καὶ τὸν κήρυκα τῆς ἐξ Ἀρείου Πά[γου βουλ]ῆς· ἐξεῖναι δὲ [αὐτοῖς ποι]ήσασθαι κ[αὶ τὴν τοῦ] |
| π[ί]νακος ἀνάθεσιν ἐν ὧι ἂν εὔκαιρον ἦι τόπωι· ἀ[ναγρά]ψαι δὲ τόδε τὸ ψ[ήφισμ]α μετὰ τῶν [ἄλλων εἰς τὴν] | |
| [αὐτ]ὴν στήλην, ἵνα τούτων συντελουμένων φαίν[ηται ἡ β]ουλὴ τιμῶσ[α τοὺς] ἀπὸ τῆς πρώτης [ἡλ]ικίας τῶ[ν] | |
| [νέω]ν ἐπιδιδόντας ἑαυτοὺς ἐπὶ τὰ κάλλιστα τῶν [ἐπιτηδευμά]τω[ν, γίν]ωνται δὲ καὶ ἕτεροι ζ[η]λωταὶ τῶ[ν] | |
| [ὁμοί]ων. | |
| 70 | |
| col. I.77 | Ἀριστεὺς Νικομήδου Παμβωτάδης |
| Καλ[λ]ίστρ[α]τος Νουμηνίου Λαμπτρεύς | |
| 89 | Θεμιστοκλῆς Ἀρναίου Φι[λαίδης] |
| 90 | ․ηνόδωρος Ζήνων[ος Ἐρχιε(?)]ύς |
| Φιλωνίδης — — — — — — — — — — — — — — — — — — | |
| [Πανδιονίδος] | |
| col. II.83 | Οἰνεῖ[δ]ος |
| Ἀρίσται[χ]μος Φιλωτ[ά]δου Φυλάσιος | |
| 85 | |
| 87 | Ἐπιγένης Δίου Μελιτ[ε]ύς |
| Ξένων Δίου Μελιτ[εύς] | |
| 90 | ․ερ — — — — — — ίδου Μελιτ[εύς] |
| 96 | [— — — — — — — — — — — Δ]α̣ιδ̣[αλίδης] |
| 99 | [Ἀ]ριο[βαρζάνη]ς καὶ Ἀριαράθης |
| 100 | |
| col. III | in corona: |
| 70 | [ἡ βουλ]ὴ |
| [τοὺ]ς | |
| [ἐφήβου]ς | |
| [Ἱπποθωντίδος] | |
| 80 | Γ̣ — — — — — — — — — — — — — — — — — — — — — |
| Π̣ — — — — — — — — — — — — — — — — — — — — — | |
| 86 | Ἀλέξανδρος Θε[․c.5․ Ἀζ]ηνιε[ύς] |
| 118 | [— — — δ]ωρ[ος — — — — — — — — — — —] |
| col. IV.83 | — — — — — — — — — — — — — — — ου Θοραιεύ[ς] |
| 88 | [Νι]κίας Φ̣[ιλ]οξένου Σουνιεύς |
SEG
22:110