[ ]
Att. — Athens — 282/1 BC
1 | [Δρ]ομοκλῆς Ἀρκέσαντος Ὤαθεν εἶπεν· ἐπει- |
[δὴ] οἱ ἵππαρχοι καὶ οἱ φύλαρχοι οἱ ἐπὶ Νικ[ί]- | |
ου ἄρχοντος διατετελέκασιν ἄρχοντες τὴν | |
ἀρχὴν κατὰ τοὺς νόμους καὶ ἐπιμελόμενοι | |
5 | τοῦ ἱππικοῦ ὅπως ἂν χρήσιμον ἧι τῶι δήμωι, |
ἐπιμεμέληνται δὲ καὶ τῆς καταλογῆς τῶν | |
ἱππέων καὶ προσκατέστησαν ἱπ<π>εῖς ἑκατὸν | |
[ὅ]πως ἂν ἀναπληρωθέντες οἱ ἱππεῖς εἰς τὸ | |
[δυ]νατὸν ἐπὶ τοῦ παρόντος καὶ γενόμενοι | |
10 | [τ]ριοκόσιοι τὰς χρείας παρέχωνται τῆι χώ- |
[ρ]αι· ἐπεμελήθησαν δὲ καὶ ὅπως ἂν φύλαρχοι | |
[ὦ]σιν πάσαις ταῖς φυλαῖς καὶ λυθεῖ ὁ νόμος | |
[ὁ κ]ωλύων ἐκ πάντων τῶν ἱππέων φυλαρχεῖν | |
[τὸ]ν βουλόμενον· ἐπιμεμέληνται δὲ καὶ τῶν | |
15 | [τι]μήσεων καὶ τῶν δοκιμασιῶν, ἐποίησαν δὲ |
καὶ τὴν τῶν σωμάτων δοκιμασίαν κατὰ τὸν | |
νόμον μετὰ τῆς βουλῆς καλῶς καὶ συμφερό[ν]- | |
τως τῶι τε δήμωι καὶ τοῖς ἱππεῦσιν· ἐπιμε- | |
μέληνται δὲ καὶ τῆς τῶν σίτων δόσεως ὥστ’ ἔ- | |
20 | χειν τοὺς ἱππεῖς εὐτάκτως κατὰ πρυτανεί- |
[α]ν ἑκάστην· διατελοῦσι δὲ καὶ τὰ ἄλλα πάν- | |
τ[α] καὶ ἰδίαι καὶ κοινεῖ φιλοτιμούμενοι | |
περί τε τοὺς ἱππεῖς καὶ τὸν δῆμον· ἀγαθεῖ | |
τύχει δεδόχθαι τοῖς ἱππεῦσιν ἐπαινέσαι | |
25 | μὲν τοὺς ἱππάρχους v Ἀ<λ>κίμαχον Κλεοβού- |
λου Μυρρινούσιον καὶ vv Νικογέ<ν>ην Ἀρκέ- | |
σαντος Εὐωνυμέα, ἐπαινέσαι δὲ καὶ τοὺς φυ- | |
λάρχους v Διονύσιον Γαργήττιον, Μένωνα | |
Ἱπποτομάδην, Καλλίδημον Εὐωνυμέα, vvvv | |
30 | Καλλιάδην Στειριέα, Λύσιππον Κήττιον, v |
Χαρίαν Κεφαλῆθεν, Ἀντίμαχον Ἀχαρνέα, vv | |
Πρόξενον Φλυέα, Θρασυκλῆν Δεκελεέα, vvv | |
Ἀριστοφῶντα Οἰναῖον, Πύθωνα Ἀλωπεκῆθεν, | |
καὶ στεφανῶσαι ἕκαστον αὐτῶν χρυσῶι στε- | |
35 | φάνωι κατὰ {τ} v τὸν νόμον ἀρετῆς ἕνεκα καὶ |
φιλοτιμίας τῆς εἰς τοὺς ἱππεῖς καὶ τὸν δῆ- | |
μον, ὅπως ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ καθιστάμε- | |
νοι φιλοτιμῶνται ἐπιμελεῖσθαι τῶν ἱππέ- | |
ων, εἰδότες ὅτι χάριτας ἀπολήψονται ἀξί- | |
40 | ας τῶν εὐεργετημάτων· ἀναγράψαι δὲ τόδε |
[τ]ὸ ψήφισμα τοὺς γραμματεῖς τῶν ἱππάρχων | |
[ἐν] στήλαις λιθίναις δυεῖν καὶ στῆσαι τὴμ | |
[μὲν] πρὸς τῶι Ποσειδωνίωι, τὴν δ’ ἑτέραν ἐν | |
[τῆι σ]τοᾶι τῶν Ἑρμῶν. vacat |