[ ]
Att. — Athens — 282/1 BC
| 1 | [Δρ]ομοκλῆς Ἀρκέσαντος Ὤαθεν εἶπεν· ἐπει- |
| [δὴ] οἱ ἵππαρχοι καὶ οἱ φύλαρχοι οἱ ἐπὶ Νικ[ί]- | |
| ου ἄρχοντος διατετελέκασιν ἄρχοντες τὴν | |
| ἀρχὴν κατὰ τοὺς νόμους καὶ ἐπιμελόμενοι | |
| 5 | τοῦ ἱππικοῦ ὅπως ἂν χρήσιμον ἧι τῶι δήμωι, |
| ἐπιμεμέληνται δὲ καὶ τῆς καταλογῆς τῶν | |
| ἱππέων καὶ προσκατέστησαν ἱπ<π>εῖς ἑκατὸν | |
| [ὅ]πως ἂν ἀναπληρωθέντες οἱ ἱππεῖς εἰς τὸ | |
| [δυ]νατὸν ἐπὶ τοῦ παρόντος καὶ γενόμενοι | |
| 10 | [τ]ριοκόσιοι τὰς χρείας παρέχωνται τῆι χώ- |
| [ρ]αι· ἐπεμελήθησαν δὲ καὶ ὅπως ἂν φύλαρχοι | |
| [ὦ]σιν πάσαις ταῖς φυλαῖς καὶ λυθεῖ ὁ νόμος | |
| [ὁ κ]ωλύων ἐκ πάντων τῶν ἱππέων φυλαρχεῖν | |
| [τὸ]ν βουλόμενον· ἐπιμεμέληνται δὲ καὶ τῶν | |
| 15 | [τι]μήσεων καὶ τῶν δοκιμασιῶν, ἐποίησαν δὲ |
| καὶ τὴν τῶν σωμάτων δοκιμασίαν κατὰ τὸν | |
| νόμον μετὰ τῆς βουλῆς καλῶς καὶ συμφερό[ν]- | |
| τως τῶι τε δήμωι καὶ τοῖς ἱππεῦσιν· ἐπιμε- | |
| μέληνται δὲ καὶ τῆς τῶν σίτων δόσεως ὥστ’ ἔ- | |
| 20 | χειν τοὺς ἱππεῖς εὐτάκτως κατὰ πρυτανεί- |
| [α]ν ἑκάστην· διατελοῦσι δὲ καὶ τὰ ἄλλα πάν- | |
| τ[α] καὶ ἰδίαι καὶ κοινεῖ φιλοτιμούμενοι | |
| περί τε τοὺς ἱππεῖς καὶ τὸν δῆμον· ἀγαθεῖ | |
| τύχει δεδόχθαι τοῖς ἱππεῦσιν ἐπαινέσαι | |
| 25 | μὲν τοὺς ἱππάρχους v Ἀ<λ>κίμαχον Κλεοβού- |
| λου Μυρρινούσιον καὶ vv Νικογέ<ν>ην Ἀρκέ- | |
| σαντος Εὐωνυμέα, ἐπαινέσαι δὲ καὶ τοὺς φυ- | |
| λάρχους v Διονύσιον Γαργήττιον, Μένωνα | |
| Ἱπποτομάδην, Καλλίδημον Εὐωνυμέα, vvvv | |
| 30 | Καλλιάδην Στειριέα, Λύσιππον Κήττιον, v |
| Χαρίαν Κεφαλῆθεν, Ἀντίμαχον Ἀχαρνέα, vv | |
| Πρόξενον Φλυέα, Θρασυκλῆν Δεκελεέα, vvv | |
| Ἀριστοφῶντα Οἰναῖον, Πύθωνα Ἀλωπεκῆθεν, | |
| καὶ στεφανῶσαι ἕκαστον αὐτῶν χρυσῶι στε- | |
| 35 | φάνωι κατὰ {τ} v τὸν νόμον ἀρετῆς ἕνεκα καὶ |
| φιλοτιμίας τῆς εἰς τοὺς ἱππεῖς καὶ τὸν δῆ- | |
| μον, ὅπως ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ καθιστάμε- | |
| νοι φιλοτιμῶνται ἐπιμελεῖσθαι τῶν ἱππέ- | |
| ων, εἰδότες ὅτι χάριτας ἀπολήψονται ἀξί- | |
| 40 | ας τῶν εὐεργετημάτων· ἀναγράψαι δὲ τόδε |
| [τ]ὸ ψήφισμα τοὺς γραμματεῖς τῶν ἱππάρχων | |
| [ἐν] στήλαις λιθίναις δυεῖν καὶ στῆσαι τὴμ | |
| [μὲν] πρὸς τῶι Ποσειδωνίωι, τὴν δ’ ἑτέραν ἐν | |
| [τῆι σ]τοᾶι τῶν Ἑρμῶν. vacat |