[ ] Mys.: Mittlerer Makestos, N. — Kepsut — 2./3.Jh.n.Chr. — IK 18,498
A.1 Ἀσκληπιάδης
καὶ Ἀρτεμεὶς
τῷ γλυκυτάτῳ
τέκνῳ καὶ ἑαυτοῖ[ς]
5 μνήμης χάρειν·
[εἴ] τις τολμήσει
ἐπανύξαστα[ι]
ἐκτ{ρ}ὸς {²⁶ἐκτὸς}²⁶ τῶν προ-
γεγραμμένων,
10 θήσει ἰς τὸ ἱερώ-
τατον ταμεῖον
(δην.) ͵βφʹ.
B.1 [πρωθήβην] μ’ αἰζηὸν ἀμείλικτο[ς]
ἔκτανε Μοίρη, | ἄρ<τ>ι κλυ-
τῶν Παφίης ἁψάμενο̣-
ν θαλάμων· | πένθεσι
5 δ’ οὐχ ὁσίοισι λυγρ<οὶ τείροντο γονῆες, | οὐ γὰρ> ἔ̣χ̣-
ον λίπειν παῖδ’ ἕτερο-
ν μελάθροις· | εἰ δὲ θέλ̣-
εις γνῶναι τὸν ἐμὸν
β̣ίον, ὦ παροδεῖτα, | ἦν
10 μέν μοι τέχνη λαοξό-
ος, οὔνομα Μειδίας, | ἐ-
ς̣ δὲ θεοὺς ἀνέλυσα κ-
αὶ ἀθανάτοισι μέτειμι· |
ὅσσους γὰρ φιλέουσι,
15 νέοι θνήσκουσιν ἅπαν-
        τες. |
Search Help
Contact Us