[ ]
Mys.: Mittlerer Makestos, N. — Demirkapı — nicht vor 2.Jh.n.Chr. — IK 18,538
1 | ποῦ σοφίης ἐρατῆς ἀγανὸν σθένος, |
ἔγνομε Κλωθώ, | ποῦ μοι Πειερίδων μου- | |
σοπόλος μελέτη; | δωδεκέτης ἔτι που | |
γὰρ ὑπὸ χθόνα καὶ βαρὺν Ἅδην | κεῖμαι, | |
5 | τὰς γονέων ψευσάμενος χάριτας· | ἀντὶ |
δέ μοι θαλάμοιο καὶ εὐιέρων ὑμεναίων | | |
τύμβος καὶ στήλλη καὶ κόνις ἐκχθροτάτη· | | |
πηοὶ μὲν τόδε σῆμα καὶ ὅσσ’ ἐδύναντο θανόν- | |
τι | τεῦξαν ἐμοί, Μοιρῶν νήμασι πειθόμενοι· | | |
10 | ἀλλ’ ἤδη δακρύων ἅλις, ὦ πάτερ, ὦ πανό[δυρ]- |
τε | Ἄμμιον, ἴσχ’ ἐπ’ ἐμοὶ θρῆνον ἀεικέλιο[ν]. |