[ ]
Mys.: Mittlerer Makestos, N. — Demirkapı — nicht vor 2.Jh.n.Chr. — IK 18,538
| 1 | ποῦ σοφίης ἐρατῆς ἀγανὸν σθένος, |
| ἔγνομε Κλωθώ, | ποῦ μοι Πειερίδων μου- | |
| σοπόλος μελέτη; | δωδεκέτης ἔτι που | |
| γὰρ ὑπὸ χθόνα καὶ βαρὺν Ἅδην | κεῖμαι, | |
| 5 | τὰς γονέων ψευσάμενος χάριτας· | ἀντὶ |
| δέ μοι θαλάμοιο καὶ εὐιέρων ὑμεναίων | | |
| τύμβος καὶ στήλλη καὶ κόνις ἐκχθροτάτη· | | |
| πηοὶ μὲν τόδε σῆμα καὶ ὅσσ’ ἐδύναντο θανόν- | |
| τι | τεῦξαν ἐμοί, Μοιρῶν νήμασι πειθόμενοι· | | |
| 10 | ἀλλ’ ἤδη δακρύων ἅλις, ὦ πάτερ, ὦ πανό[δυρ]- |
| τε | Ἄμμιον, ἴσχ’ ἐπ’ ἐμοὶ θρῆνον ἀεικέλιο[ν]. |