[ ]
Mys.: Miletupolitis — ? [Ab: Umgebung von Miletupolis] — 2./1.Jh.v.Chr. — AM 66,1941,82-84 Nr.25
| {²Relief}² | |
| 1 | Μανικῶν Τιμοθέου καὶ γυνὴ Μηνίας· υἱοὶ Διοφά[νης καὶ] Ἀσκληπιό- |
| δωρος, θυγάτηρ Λουδί̣μ̣α· | |
| 2a | {²Relief}² |
| 3 | Μένισκος Μανικῶντος καὶ γυνὴ Μανία |
| 3a | {²Relief}² |
| 4 | οἱ δὲ ἐπιστήσαντες Μένισκος καὶ Μη[․․]ι̣ων |
| 5 | υἱοὶ Μανικῶντος· |
| οἷον ἐν ἡρώεσσι πανέξοχον ἔδρακεν Ἡώς, | |
| Νειλέα, τοῖον ἔσω Γαῖα κέκευθε μυχοῦ | |
| ἄρτι γενειάζοντα, καλὸν κτέαρ· ἀλλά νιν Ἀίδης | |
| σὺν λησταῖς μάρψας αὐτὸς ἔχει σφάγιον, | |
| 10 | Ἀσκλᾶν, ὃν καὶ νέρθε πατὴρ νεκύεσσι μετόντα |
| Μανικόων ἐσείδων δάκρυον ἧκεν ἅλις |