frg. a.1 | [ἐ]πὶ Γλαυκίππου ἄρχοντος ἐπὶ τῆς Ἀντιοχίδος τετάρτης πρυτανείας, ἧι Εὔθ[οινος — —]- |
ρίτου Μυρρινούσιος ἐγραμμάτευεν· Πυανοψιῶνος δευτέραι μετ’ εἰκά[δας· ἐκκλησία]· | |
τῶν προέδρων ἐπεψήφιζεν Ἡ[γ]ησίλοχος Κηφισοδότου Πειραιεὺς καὶ συμ[πρόεδροι]- | |
ἔδοξεν τῶι δήμωι· Εὐθύμαχος Εὐ[θ]ίππου̣ Ξυπεταιὼν εἶπεν· περὶ ὧν ἀπα[γγέλλου]- | |
5 | σιν οἱ πρυτάνεις τῆς Ἀντιοχίδος ὑπὲρ τῶν ἱερῶν ὧν ἔθυον τά̣ τε̣ πρὸ [τῶν ἐκκλη]- |
σιῶν τῶι Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτ[ριον ἦν, ἔθ]- | |
υσαν δὲ καὶ τὰ Στήνια παρ’ α[ὑ]τῶν τεῖ Δήμητρι καὶ τεῖ Κόρει ὑπὲρ τ[ῆς βουλῆ]- | |
ς καὶ τοῦ δήμου, τύχει ἀγαθεῖ δεδόχθαι τῶι δήμωι· vvvvv τὰ μὲν [ἀγαθὰ δέ]- | |
ιχεσθαι ἅ φασιν γεγονέναι ἐν τοῖς ἱεροῖς, οἷς ἔθυον ἐπὶ ὑγιείαι καὶ σω[τηρίαι τῆ]- | |
10 | ς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν ἄλλων ἁπάντων, ὅσοι [εἶσιν εὔν]- |
ους τῶι δήμωι. ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας τὰς καθηκούσας [ἔθυσα]- | |
ν καλῶς καὶ φιλοτίμως καὶ τῶν ἄλλων ἁπάντων ἐπιμεμέλην[ται, ὧν αὐτοῖς] | |
οἵ τε νόμοι προσέταττον καὶ τὰ ψηφίσματα τοῦ δήμου, ἐπαινέσαι [τοὺς πρυτ]- | |
άνεις τῆς Ἀντιοχίδος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν [νόμον εὐ]- | |
15 | [σ]ε[β]ε[ί]ας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς πρὸς τὸν δ[ῆμον τὸν] |
Ἀθηναίων· ὅπως ἂν δὲ καὶ τὰ Χαλκεῖα θύσωσιν τῆ<ι> Ἀθηνᾶι τεῖ Ἀρχη[γέτιδι τ]- | |
ῆς πόλεως καὶ ἔχει καλῶς καὶ εὐσεβῶς τῆι βουλεῖ καὶ τῶι δήμωι τὰ π[ρὸς τοὺς] | |
[θεούς], διαχειροτονῆσαι τὸν δῆμον, ὁπόσον δεῖ αὐτοῖς μερίσαι εἰς τὴ[ν διοίκησ]- | |
[ιν τῆς θυσίας]· ὅ τι δ’ ἂν διαχειροτονοῦντι τῶι δήμωι δόξει, μερίσαι τὸ[ν ταμίαν τ]- | |
20 | [ῶν στρατιωτικῶν] καὶ τοὺς ἐπὶ τῆι διοικήσει· πόρον δὲ ὑπάρχειν ἐ[κ τῶν εἰς τὰ] |
[ψηφίσματα ἀναλισκ]ομένων ὑπὸ τῆς βουλῆς. ἀναγράψαι δὲ τόδε τ[ὸ ψήφισμα] | |
[τὸν γραμματέα τὸν κατὰ πρυτ]ανείαν εἰς στήλην λιθίνην καὶ σ[τῆσαι ἐν τῶι] | |
[πρυτανικῶι, εἰς δὲ τὴν ἀναγρα]φὴν τῆς στήλης μερίσαι [τ]οὺς ἐπ[ὶ τῆι διοική]- | |
[σει τὸ γενόμενον ἀνάλωμα]. | |
col. I.25 | — — — — — — |
— — — — — — | |
col. II.25 | — — ρος Ἀπολλοδώρ<ου> |
[Ἐπικράτη]ς Ἀλεξιάδου | |
— — — — — ους | |
col. III.25 | Θουχάρης Καλ — — |
Φιλέας Φιλομβρό[του] | |
Λυ̣σ̣ιφάνης Ἰσο — — |
IG II²
674