| 1 | [ἐ]πὶ Γλαυκίππου ἄρχοντος ἐπὶ τῆς Ἀντιοχίδος τετάρτης πρυτανείας ἧι Εὔθ[οινος — —]- |
| ρίτου Μυρρινούσιος ἐγραμμάτευεν· Πυανοψιῶνος δευτέραι μετ’ εἰκά[δας· ἐκκλησία]· | |
| τῶν προέδρων ἐπεψήφιζεν Ἡ[γ]ησίλοχος Κηφισοδότου Πειραιεὺς καὶ συμ[πρόεδροι]· | |
| ἔδοξεν τῶι δήμωι· Εὐθύμαχος Εὐ[θ]ίππου Ξυπεταιὼν εἶπεν· περὶ ὧν ἀπα[γγέλλου]- | |
| 5 | σιν οἱ πρυτάνεις τῆς Ἀντιοχίδος ὑπὲρ τῶν ἱερῶν ὧν ἔθυον τά τε πρὸ [τῶν ἐκκλη]- |
| σιῶν τῶι Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτ[ριον ἦν, ἔθ]- | |
| υσαν δὲ καὶ τὰ Στήνια παρ’ α[ὑ]τῶν τεῖ Δήμητρι καὶ τεῖ Κόρει ὑπὲρ τ[ῆς βουλῆ]- | |
| ς καὶ τοῦ δήμου, τύχει ἀγαθεῖ δεδόχθαι τῶι δήμωι vvvvv τὰ μὲν [ἀγαθὰ δέ]- | |
| χεσθαι ἅ φασιν γεγονέναι ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐπὶ ὑγιείαι καὶ σω[τηρίαι τῆ]- | |
| 10 | ς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν ἄλλων ἁπάντων ὅσοι [εἰσὶν εὔν]- |
| ους τῶι δήμωι· ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας τὰς καθηκούσας [ἔθυσα]- | |
| ν καλῶς καὶ φιλοτίμως καὶ τῶν ἄλλων ἁπάντων ἐπιμεμέλην[ται ὧν αὐτοῖς] | |
| οἵ τε νόμοι προσέταττον καὶ τὰ ψηφίσματα τοῦ δήμου, ἐπαινέσαι [τοὺς πρυτ]- | |
| άνεις τῆς Ἀντιοχίδος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν [νόμον εὐ]- | |
| 15 | [σ]ε[β]ε[ί]ας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς πρὸς τὸν δ[ῆμον τὸν] |
| Ἀθηναίων· ὅπως ἂν δὲ καὶ τὰ Χαλκεῖα θύσωσιν τῆ<ι> Ἀθηνᾶι τεῖ Ἀρχη[γέτιδι τ]- | |
| ῆς πόλεως καὶ ἔχει καλῶς καὶ εὐσεβῶς τῆι βουλεῖ καὶ τῶι δήμωι τὰ π[ρὸς τοὺς] | |
| [θεούς], διαχειροτονῆσαι τὸν δῆμον ὁπόσον δεῖ αὐτοῖς μερίσαι εἰς τὴ[ν διοίκησ]- | |
| [ιν τῆς θυσίας]· ὅ τι δ’ ἂν διαχειροτονοῦντι τῶι δήμωι δόξει μερίσαι τὸ[ν ταμίαν] | |
| 20 | [τῶν στρατιωτικῶν] καὶ τοὺς ἐπὶ τῆι διοικήσει· πόρον δὲ ὑπάρχειν ἐ[κ τῶν εἰς τὰ] |
| [ψηφίσματα ἀναλισκ]ομένων ὑπὸ τῆς βουλῆς· ἀναγράψαι δὲ τόδε τ[ὸ ψήφισμα] | |
| [τὸν γραμματέα τὸν κατὰ πρυτ]ανείαν εἰς στήλην λιθίνην καὶ σ[τῆσαι ἐν τῶι] | |
| [πρυτανικῶι· εἰς δὲ τὴν ἀναγρα]φὴν τῆς στήλης μερίσαι [τ]οὺς ἐπ[ὶ τῆι διοική]- | |
| [σει τὸ γενόμενον ἀνάλωμα]. | |
| col. I.24a | col. I lost |
| lacuna | |
| 25 | [Ἀναφλύστιοι] |
| lacuna | |
| col. II.26 | [— — —]ρος Ἀπολλοδώρ |
| [Ἐπικράτη]ς Ἀλεξιάδου | |
| [— — — — —]ους | |
| lacuna | |
| 30 | [Παλληνεῖς] |
| lacuna | |
| col. III.30 | Θουχάρης Καλ[— — —] |
| Φιλέας Φιλομβρό[του] | |
| Λυ̣σ̣ιφάνης Ἰσο[— — —] | |
| lacuna |
Agora XV
78