[ ] Att. — 277/6? — IG II² 674 Add. (pt. 1.2 p. 663)
frg. a.1 [ἐ]πὶ Γλαυκίππου ἄρχοντος ἐπὶ τῆς Ἀντιοχίδος τετάρτης πρυτανείας, ἧι Εὔθ[οινος — —]-
ρίτου Μυρρινούσιος ἐγραμμάτευεν· Πυανοψιῶνος δευτέραι μετ’ εἰκά[δας· ἐκκλησία]·
τῶν προέδρων ἐπεψήφιζεν Ἡ[γ]ησίλοχος Κηφισοδότου Πειραιεὺς καὶ συμ[πρόεδροι]-
ἔδοξεν τῶι δήμωι· Εὐθύμαχος Εὐ[θ]ίππου̣ Ξυπεταιὼν εἶπεν· περὶ ὧν ἀπα[γγέλλου]-
5 σιν οἱ πρυτάνεις τῆς Ἀντιοχίδος ὑπὲρ τῶν ἱερῶν ὧν ἔθυον τά̣ τε̣ πρὸ [τῶν ἐκκλη]-
σιῶν τῶι Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτ[ριον ἦν, ἔθ]-
υσαν δὲ καὶ τὰ Στήνια παρ’ α[ὑ]τῶν τεῖ Δήμητρι καὶ τεῖ Κόρει ὑπὲρ τ[ῆς βουλῆ]-
ς καὶ τοῦ δήμου, τύχει ἀγαθεῖ δεδόχθαι τῶι δήμωι· vvvvv τὰ μὲν [ἀγαθὰ δέ]-
ιχεσθαι ἅ φασιν γεγονέναι ἐν τοῖς ἱεροῖς, οἷς ἔθυον ἐπὶ ὑγιείαι καὶ σω[τηρίαι τῆ]-
10 ς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν ἄλλων ἁπάντων, ὅσοι [εἶσιν εὔν]-
ους τῶι δήμωι. ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας τὰς καθηκούσας [ἔθυσα]-
ν καλῶς καὶ φιλοτίμως καὶ τῶν ἄλλων ἁπάντων ἐπιμεμέλην[ται, ὧν αὐτοῖς]
οἵ τε νόμοι προσέταττον καὶ τὰ ψηφίσματα τοῦ δήμου, ἐπαινέσαι [τοὺς πρυτ]-
άνεις τῆς Ἀντιοχίδος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν [νόμον εὐ]-
15 [σ]ε[β]ε[ί]ας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς πρὸς τὸν δ[ῆμον τὸν]
Ἀθηναίων· ὅπως ἂν δὲ καὶ τὰ Χαλκεῖα θύσωσιν τῆ<ι> Ἀθηνᾶι τεῖ Ἀρχηέτιδι τ]-
ῆς πόλεως καὶ ἔχει καλῶς καὶ εὐσεβῶς τῆι βουλεῖ καὶ τῶι δήμωι τὰ π[ρὸς τοὺς]
[θεούς], διαχειροτονῆσαι τὸν δῆμον, ὁπόσον δεῖ αὐτοῖς μερίσαι εἰς τὴ[ν διοίκησ]-
[ιν τῆς θυσίας]· ὅ τι δ’ ἂν διαχειροτονοῦντι τῶι δήμωι δόξει, μερίσαι τὸ[ν ταμίαν τ]-
20 [ῶν στρατιωτικῶν] καὶ τοὺς ἐπὶ τῆι διοικήσει· πόρον δὲ ὑπάρχειν ἐ[κ τῶν εἰς τὰ]
[ψηφίσματα ἀναλισκ]ομένων ὑπὸ τῆς βουλῆς. ἀναγράψαι δὲ τόδε τ[ὸ ψήφισμα]
[τὸν γραμματέα τὸν κατὰ πρυτ]ανείαν εἰς στήλην λιθίνην καὶ σ[τῆσαι ἐν τῶι]
[πρυτανικῶι, εἰς δὲ τὴν ἀναγρα]φὴν τῆς στήλης μερίσαι [τ]οὺς ἐπ[ὶ τῆι διοική]-
[σει τὸ γενόμενον ἀνάλωμα].
col. I.25 — — —  — — —
— — —  — — —
col. II.25 — — ρος Ἀπολλοδώρ<ου>
[Ἐπικράτη]ς Ἀλεξιάδου
 — — —    — — ους
col. III.25 Θουχάρης Καλ — —
Φιλέας Φιλομβρό[του]
Λυ̣σ̣ιφάνης Ἰσο — —
Search Help