[ ]
Mys.: Kyzikene, L. Dascylitis, S. — Yeniköy — 2./3.Jh.n.Chr. — IK 18,526
1 | δέρκεο πένθος ἄπαυστον ἐ[μ]ῶν τ̣ο̣κ̣έων, παροδεῖτα, |
λαϊ̣νέαισι γλυφαῖς γυῖα τυπωσαμένων· | |
Μοῖρα γὰρ εἰς Ἀΐδην ἐτέων με κατέσχε δὶς ὀκτώ, | |
ἀθλοφόρων σταδίων παῖδα διαυλοδρόμον· | |
5 | τοῦ χάριν οἰκτρὰ πατὴρ Νεικηφόρος ἠδὲ τεκοῦσα |
Εὐτυχιανὴ πέμπει πένθιμά μοι δάκρυα. |