[ ]
Mys.: Kyzikene, L. Dascylitis, S. — Yeniköy — 2./3.Jh.n.Chr. — IK 18,526
| 1 | δέρκεο πένθος ἄπαυστον ἐ[μ]ῶν τ̣ο̣κ̣έων, παροδεῖτα, |
| λαϊ̣νέαισι γλυφαῖς γυῖα τυπωσαμένων· | |
| Μοῖρα γὰρ εἰς Ἀΐδην ἐτέων με κατέσχε δὶς ὀκτώ, | |
| ἀθλοφόρων σταδίων παῖδα διαυλοδρόμον· | |
| 5 | τοῦ χάριν οἰκτρὰ πατὴρ Νεικηφόρος ἠδὲ τεκοῦσα |
| Εὐτυχιανὴ πέμπει πένθιμά μοι δάκρυα. |