[ ] Mys.: Kyzikene, L. Dascylitis, S. — Yeniköy — 2./3.Jh.n.Chr. — IK 18,526
1 δέρκεο πένθος ἄπαυστον ἐ[μ]ῶν τ̣ο̣κ̣έων, παροδεῖτα,
 λαϊ̣νέαισι γλυφαῖς γυῖα τυπωσαμένων·
Μοῖρα γὰρ εἰς Ἀΐδην ἐτέων με κατέσχε δὶς ὀκτώ,
 ἀθλοφόρων σταδίων παῖδα διαυλοδρόμον·
5 τοῦ χάριν οἰκτρὰ πατὴρ Νεικηφόρος ἠδὲ τεκοῦσα
 Εὐτυχιανὴ πέμπει πένθιμά μοι δάκρυα.
Search Help
Contact Us