[ ] Mys.: Kyzikene, L. Dascylitis, N. — Aksakal? / Erdek-Kyzikos? — 1.Jh.v.Chr. — IK 18,493
1           Ἀπολλόδωρε
           Θύρσου χαῖρε.
ὁ πᾶσι θνητοῖς ἄκριτος βίου βραβεύς,
ὁ πικρὸς Ἅδης, ὃς τὰ σεμνὰ βασκαίνει,
5 Ἀπολλόδωρον ἐγ δόμων ἀναρπάσας
ἔκρυψεν ἐν τάφοισι καὶ γονεῦσι μὲν
θρήνους ἔλειπεν, ἐγ δὲ ὁμηλίκων χοροῦ
δακρυτὸν Ἅδην εἰς ἀπέστειλεν βίᾳ.
Search Help
Contact Us