[ ]
Mys.: Kyzikene, L. Dascylitis, N. — Aksakal? / Erdek-Kyzikos? — 1.Jh.v.Chr. — IK 18,493
1 | Ἀπολλόδωρε |
Θύρσου χαῖρε. | |
ὁ πᾶσι θνητοῖς ἄκριτος βίου βραβεύς, | |
ὁ πικρὸς Ἅδης, ὃς τὰ σεμνὰ βασκαίνει, | |
5 | Ἀπολλόδωρον ἐγ δόμων ἀναρπάσας |
ἔκρυψεν ἐν τάφοισι καὶ γονεῦσι μὲν | |
θρήνους ἔλειπεν, ἐγ δὲ ὁμηλίκων χοροῦ | |
δακρυτὸν Ἅδην εἰς ἀπέστειλεν βίᾳ. |