[ ]
Mys.: Kyzikene, L. Dascylitis, N. — Aksakal? / Erdek-Kyzikos? — 1.Jh.v.Chr. — IK 18,493
| 1 | Ἀπολλόδωρε |
| Θύρσου χαῖρε. | |
| ὁ πᾶσι θνητοῖς ἄκριτος βίου βραβεύς, | |
| ὁ πικρὸς Ἅδης, ὃς τὰ σεμνὰ βασκαίνει, | |
| 5 | Ἀπολλόδωρον ἐγ δόμων ἀναρπάσας |
| ἔκρυψεν ἐν τάφοισι καὶ γονεῦσι μὲν | |
| θρήνους ἔλειπεν, ἐγ δὲ ὁμηλίκων χοροῦ | |
| δακρυτὸν Ἅδην εἰς ἀπέστειλεν βίᾳ. |