[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız): Apollonis-Tempel — frühestens 4.Jh.n.Chr. — Anth.Gr. III Nr.6
1 Γηγενέα Πυθῶνα, μεμιγμένον ἑρπετὸν ὁλκοῖς,
 ἐκνεύει Λατὼ πάγχυ μυσαττομένη·
σκυλᾶν γὰρ πινυτὰν ἐθέλει θεόν· ἀλλά γε τόξῳ
 θῆρα καθαιμάσσει Φοῖβος ἀπὸ σκοπιῆς·
5 Δελφὸν δ’ οὖν θήσει τρίπον ἔνθεον· ἐκ δὲ δρακόντων
 πικρότατος πνεύσει ῥοῖζον ὀδυρόμενος.
Search Help