[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız): Apollonis-Tempel — frühestens 4.Jh.n.Chr. — Anth.Gr. III Nr.5
| 1 | Κρεσφόντου γενέτην πέφνες τὸ πάρος, Πολυφόντα, |
| κουριδίης ἀλόχου λέκτρα θέλων μιάναι· | |
| ὀψὲ δέ οἱ πάις ἧκε φόνῳ γενέτῃ προσαμύνων | |
| καί σε κατακτείνει ματρὸς ὑπὲρ Μερόπας· | |
| 5 | τοὔνεκα καὶ δόρυ πῆξε μεταφρένῳ, ἁ δ’ ἐπαρήγει, |
| βριθὺ κατὰ κροτάφων βάκτρον ἐρειδομένα. |