[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 1.Jh.v.Chr. — Anth Pal VII 368; IK 18,501
{²Ἐρυκίου.}² | |
1 | Ἀτθὶς ἐγώ· κείνη γὰρ ἐμὴ πόλις, ἐκ δέ μ’ Ἀθηνῶν | |
λοιγὸς Ἄρης Ἰταλῶν πρίν ποτ’ ἐληίσατο | | |
καὶ θέτο Ῥωμαίων πολιήτιδα· νῦν δὲ θανούσης | | |
ὀστέα νησαίη Κύζικος ἠμφίασε· | | |
5 | χαίροις ἡ θρέψασα καὶ ἡ μετέπειτα λαχοῦσα | |
χθών με καὶ ἡ κόλποις ὕστατα δεξαμένη. | |