[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 1.Jh.v.Chr. — Anth Pal VII 368; IK 18,501
| {²Ἐρυκίου.}² | |
| 1 | Ἀτθὶς ἐγώ· κείνη γὰρ ἐμὴ πόλις, ἐκ δέ μ’ Ἀθηνῶν | |
| λοιγὸς Ἄρης Ἰταλῶν πρίν ποτ’ ἐληίσατο | | |
| καὶ θέτο Ῥωμαίων πολιήτιδα· νῦν δὲ θανούσης | | |
| ὀστέα νησαίη Κύζικος ἠμφίασε· | | |
| 5 | χαίροις ἡ θρέψασα καὶ ἡ μετέπειτα λαχοῦσα | |
| χθών με καὶ ἡ κόλποις ὕστατα δεξαμένη. | |