[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 2.Jh.v.Chr. — IK 18,508
1 [ὡ]ς ὄφελ’ <ἐ>ν σε γοναῖς αὐθήμερον ἠ̣[δὲ]
ἀπὸ μητρὸς | Ἅδης εἰς νοτίους δα[ί]-
μονας ἠγάγετο, | Ἑρμόκρατε<ς>, νῦν [δ’ ἔ]-
σχε τριπλοῦν ἄχος ἥ σε τεκοῦσα, |
5 πρόσθε τροφῆς, μόχθου, νῦν τε γόους
θανάτου· | ἐν μικρῇ γὰρ ἔλυσες ἀκμῇ
φάος, ἡ δὲ ἐπιπέμπτη | Μοῖρά σε ὑπὸ
σκιερᾷ κρύψε καμόντα κόνι· |
Ἑρμοκράτη χαῖρε· καὶ σύ γε, ὦ παρο-
10 δεῖτα.
Search Help
Contact Us