[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız)? — spätere Kaiserzeit — IK 18,506
1     σῆμα ἐσορᾶς ἐπιτύμβιον, ὦ παροδεῖτα,
[εἱ]μαρτὸν πᾶσιν, οὐχὶ δ’ ἐμοὶ δὲ μόνον·
[εἰ] δὲ θέλις σὺ μαθεῖν τὸ τίς ἐστί με ὁ τρώσας,
   δισσῶν σου ταρσῶν στήσας ἴχνος σὺ μάθ̣[ε]·
5    οὐκ ἔφυγον δ’ ἀτρεκῶς Μυρῶν {²⁶Μοιρῶν}²⁶ μίτον, ὅς μοι ἐπεκλώσθη·
    ναύτης γὰρ προλιπὼν φοβερὸν <θ>ύ<μω>μα τὸ πόντου,
   εἰς ἐμὲ τὴν ὀργὴν τοῦ πελάγους ἔθετο·
    σῆμα δέ μοι τοῦτο ἐπόησε φιλίης χάριν ἐνθάδε Οὐνίων,
    οὔνομα δ’ ἦν μοι τὸ πρὶν Διονύσιος,
10     Ἀπρηνῶν δ’ ἀνεθρέψατο γαῖα·
     ἕκτον νεικήσας ὧδ’ ἔλιπον τὸ φάος·
[εἰ] δέ τις χωρὶς ἐμοῦ τοῦ Οὐνίωνος βάλῃ
     τινά, δώσει τῷ ταμείῳ (δην.) ͵βφʹ.
Search Help
Contact Us