[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız)? — spätere Kaiserzeit — IK 18,506
| 1 | σῆμα ἐσορᾶς ἐπιτύμβιον, ὦ παροδεῖτα, |
| [εἱ]μαρτὸν πᾶσιν, οὐχὶ δ’ ἐμοὶ δὲ μόνον· | |
| [εἰ] δὲ θέλις σὺ μαθεῖν τὸ τίς ἐστί με ὁ τρώσας, | |
| δισσῶν σου ταρσῶν στήσας ἴχνος σὺ μάθ̣[ε]· | |
| 5 | οὐκ ἔφυγον δ’ ἀτρεκῶς Μυρῶν {²⁶Μοιρῶν}²⁶ μίτον, ὅς μοι ἐπεκλώσθη· |
| ναύτης γὰρ προλιπὼν φοβερὸν <θ>ύ<μω>μα τὸ πόντου, | |
| εἰς ἐμὲ τὴν ὀργὴν τοῦ πελάγους ἔθετο· | |
| σῆμα δέ μοι τοῦτο ἐπόησε φιλίης χάριν ἐνθάδε Οὐνίων, | |
| οὔνομα δ’ ἦν μοι τὸ πρὶν Διονύσιος, | |
| 10 | Ἀπρηνῶν δ’ ἀνεθρέψατο γαῖα· |
| ἕκτον νεικήσας ὧδ’ ἔλιπον τὸ φάος· | |
| [εἰ] δέ τις χωρὶς ἐμοῦ τοῦ Οὐνίωνος βάλῃ | |
| τινά, δώσει τῷ ταμείῳ (δην.) ͵βφʹ. |