[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 2./3.Jh.n.Chr.? — Anth.Pal. VII 334/335; IK 18,534
A.1 | νηλεὲς ὦ δαῖμων, τί δέ μοι καὶ φέγγος ἔδειξας |
εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια; | |
ἦ ἵνα λυπήσῃς δι’ ἐμὴν βιότοιο τελευτήν | |
μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς, | |
5 | ἥ μ’ ἔτεχ’, ἥ μ’ ἀτίτηλε καὶ ἣ πολὺ μείζονα πατρός |
φροντίδα παιδείης ἤνυσεν ἡμετέρης; | |
ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι | |
κάλλιπεν, ἣ δ’ ἐπ’ ἐμοὶ πάντας ἔτλη καμάτους· | |
ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφ’ ἁγνῶν ἡγεμονήων | |
10 | ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίαις· |
ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος | |
ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας· | |
οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε | |
δύσποτμος, ἐκ γενεῆς λείψανον ἡμετέρης | |
15 | τῆς πολυθρηνήτου· λυπεῖ δέ με καὶ τεθνεῶτα |
μητρὸς Πωλίττης πένθος ἀεξόμενον | |
Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα | |
ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος. | |
B.19 | Πωλίττα, τλῆθι πένθος, εὔνασον δάκρυ· |
20 | πολλαὶ θανόντας εἶδον υἱεῖς μητέρες· —— |
ἀλλ’ οὐ τοιούτους τὸν τρόπον καὶ τὸν βίον, | |
οὐ μητέρων σέβοντας ἡδίστην θέαν· —— | |
τί περισσὰ θρηνεῖς, τί δὲ μάτην ὀδύρεαι; | |
εἰς κοινὸν Ἅιδην πάντες ἥξουσι βροτοί. |