[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 2./3.Jh.n.Chr.? — Anth.Pal. VII 334/335; IK 18,534
| A.1 | νηλεὲς ὦ δαῖμων, τί δέ μοι καὶ φέγγος ἔδειξας |
| εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια; | |
| ἦ ἵνα λυπήσῃς δι’ ἐμὴν βιότοιο τελευτήν | |
| μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς, | |
| 5 | ἥ μ’ ἔτεχ’, ἥ μ’ ἀτίτηλε καὶ ἣ πολὺ μείζονα πατρός |
| φροντίδα παιδείης ἤνυσεν ἡμετέρης; | |
| ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι | |
| κάλλιπεν, ἣ δ’ ἐπ’ ἐμοὶ πάντας ἔτλη καμάτους· | |
| ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφ’ ἁγνῶν ἡγεμονήων | |
| 10 | ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίαις· |
| ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος | |
| ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας· | |
| οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε | |
| δύσποτμος, ἐκ γενεῆς λείψανον ἡμετέρης | |
| 15 | τῆς πολυθρηνήτου· λυπεῖ δέ με καὶ τεθνεῶτα |
| μητρὸς Πωλίττης πένθος ἀεξόμενον | |
| Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα | |
| ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος. | |
| B.19 | Πωλίττα, τλῆθι πένθος, εὔνασον δάκρυ· |
| 20 | πολλαὶ θανόντας εἶδον υἱεῖς μητέρες· —— |
| ἀλλ’ οὐ τοιούτους τὸν τρόπον καὶ τὸν βίον, | |
| οὐ μητέρων σέβοντας ἡδίστην θέαν· —— | |
| τί περισσὰ θρηνεῖς, τί δὲ μάτην ὀδύρεαι; | |
| εἰς κοινὸν Ἅιδην πάντες ἥξουσι βροτοί. |