[ ] Mys.: Kyzikene, Kapu Dağ — Istanbul, Galata [Ab: Kyzikos] — 2.Hälfte des 2.Jh.v.Chr. — AM 31,1906,430-431 [SEG 28,952]
1 — — — — — — — — — — — — — — — — —ο̣ι̣αις ἀκόλουθον Ε̣Ν̣․Ε̣․․․․․
— — — —Α̣Σ̣ΙΝ οὐ περιέκλινεν διὰ τὸ γῆρας, ἀλλὰ πολλῷ μᾶλλον φιλό[τι]-
[μος ὤν δι]ε̣[τ]έλει καὶ λέγων καὶ πράσσων τὰ συμφέροντα τῶι δήμωι· v ἵνα οὖν κα[ὶ]
[ὁ δῆμο]ς φαίνηται τῶν καλῶν καὶ ἀγαθῶν πολιτῶν μνημονεύων καὶ πολλοὺς vac.
5 [προτ]ρέπηται πρὸς τὸν ὅμοιον ζῆλον τῆς ἀρετῆς συνεκτροχάζειν· vac δεδόχθαι
[τῇ β]ουλῇ καὶ τῶι δήμωι· v στεφανοῦσθαί τε τὸν v Διοκλῆν χρυσῷ στεφάνῳ vac.
[ἀϊ]δίῳ ἐν τοῖς κατ’ ἐνιαυτὸν ἀγομένοις γυμνικοῖς ἀγῶσιν, τῆς ἀναγορεύσεως
[τοῦ] στεφάνου γινομένης ὑπὸ τῶν ἀρχόντων· ἀναστῆσαι δὲ αὐτοῦ καὶ χαλκῆν
[εἰκ]όνα ἐν τῷ μεσοστύλῳ τοῦ βουλευτηρίου παρὰ τὴν κειμένην στήλην,
10 [τ]ῆς ἐπιγραφῆς γενομένης ἐπὶ τῆς βάσεως τοῦ ἀνδριάντος· vac. ὁ δῆμος vac.
[Δ]ιοκλῆν Θεοπόμπου ἄνδρα ἀγαθὸν γενόμενον ἀρετῆς ἕ[νε]κεν vac.
[κ]αὶ δικαιοσύνης τῆς εἰς τὴν πατρίδα.
Search Help
Contact Us