[ ]
Mys.: Kyzikene, Kapu Dağ — Istanbul, Galata [Ab: Kyzikos] — 2.Hälfte des 2.Jh.v.Chr. — AM 31,1906,430-431 [SEG 28,952]
| 1 | — — — — — — — — — — — — — — — — —ο̣ι̣αις ἀκόλουθον Ε̣Ν̣․Ε̣․․․․․ |
| — — — —Α̣Σ̣ΙΝ οὐ περιέκλινεν διὰ τὸ γῆρας, ἀλλὰ πολλῷ μᾶλλον φιλό[τι]- | |
| [μος ὤν δι]ε̣[τ]έλει καὶ λέγων καὶ πράσσων τὰ συμφέροντα τῶι δήμωι· v ἵνα οὖν κα[ὶ] | |
| [ὁ δῆμο]ς φαίνηται τῶν καλῶν καὶ ἀγαθῶν πολιτῶν μνημονεύων καὶ πολλοὺς vac. | |
| 5 | [προτ]ρέπηται πρὸς τὸν ὅμοιον ζῆλον τῆς ἀρετῆς συνεκτροχάζειν· vac δεδόχθαι |
| [τῇ β]ουλῇ καὶ τῶι δήμωι· v στεφανοῦσθαί τε τὸν v Διοκλῆν χρυσῷ στεφάνῳ vac. | |
| [ἀϊ]δίῳ ἐν τοῖς κατ’ ἐνιαυτὸν ἀγομένοις γυμνικοῖς ἀγῶσιν, τῆς ἀναγορεύσεως | |
| [τοῦ] στεφάνου γινομένης ὑπὸ τῶν ἀρχόντων· ἀναστῆσαι δὲ αὐτοῦ καὶ χαλκῆν | |
| [εἰκ]όνα ἐν τῷ μεσοστύλῳ τοῦ βουλευτηρίου παρὰ τὴν κειμένην στήλην, | |
| 10 | [τ]ῆς ἐπιγραφῆς γενομένης ἐπὶ τῆς βάσεως τοῦ ἀνδριάντος· vac. ὁ δῆμος vac. |
| [Δ]ιοκλῆν Θεοπόμπου ἄνδρα ἀγαθὸν γενόμενον ἀρετῆς ἕ[νε]κεν vac. | |
| [κ]αὶ δικαιοσύνης τῆς εἰς τὴν πατρίδα. |