[ ] Mys.: Aisepos — Zeleia (Sarıköy) — letztes Drittel 4.Jh.v.Chr. — AM 9,1884,59. 60 Nr.5
1 ἔδοξεν τῶι δήμωι, Πεισίθεος ἐ[πεστάτει],
Δρόμων ἐ͂πεν· Κλεάνδρωι Παρ[μένο]ντ[ος]
[ε]ὐεργέτηι γενομένωι τῆς πόλεως [δοῦναι]
ἡμικλήριον δασείης, κλ[ῆρον] ἐν τῶι πεδίωι,
5 οἰκίην, κῆπον, κέραμον ἀμφορέων ἑκατόν,
λεὼν αὔτοικον, ἀτέλειαν ἀγοραίων τελέω<ν>
καὶ προεδρίην, αὐτῶι καὶ ἐκγόνοις, καὶ στέ-
[φ]ανον χρύσεον.
Search Help
Contact Us