[ ]
Mys.: Aisepos — Zeleia (Sarıköy) — letztes Drittel 4.Jh.v.Chr. — AM 9,1884,59. 60 Nr.5
1 | ἔδοξεν τῶι δήμωι, Πεισίθεος ἐ[πεστάτει], |
Δρόμων ἐ͂πεν· Κλεάνδρωι Παρ[μένο]ντ[ος] | |
[ε]ὐεργέτηι γενομένωι τῆς πόλεως [δοῦναι] | |
ἡμικλήριον δασείης, κλ[ῆρον] ἐν τῶι πεδίωι, | |
5 | οἰκίην, κῆπον, κέραμον ἀμφορέων ἑκατόν, |
λεὼν αὔτοικον, ἀτέλειαν ἀγοραίων τελέω<ν> | |
καὶ προεδρίην, αὐτῶι καὶ ἐκγόνοις, καὶ στέ- | |
[φ]ανον χρύσεον. |