[ ]
Aiol.Mys.: Kaikos — westl. von Kınık [Ac: Gambreion] — Ende 3.Jh.v.Chr. — CIG 3562
1 | ἀγαθῆι τύχηι, ἱ̣ε̣ρ̣ονομοῦντος |
Δημητρίου, μηνὸς Θαργηλιῶνος | |
δευτέραι, Ἀλέξων Δάμωνος εἶ- | |
πεν· νόμον εἶναι Γαμβρειώταις | |
5 | τὰς πενθούσας ἔχειν φαιὰν ἐσθῆ- |
τα μὴ κατερρυπωμένην· χρῆσθαι | |
δὲ καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας | |
τοὺς πενθοῦντας ἐσθῆτι φαιᾶι, | |
ἐὰμ μὴ βούλωνται λευκῆι· ἐπιτε- | |
10 | λεῖν δὲ τὰ νόμιμα τοῖς ἀποιχομέ- |
νοις ἔσχατον ἐν τρισὶ μησίν, τῶι δὲ | |
τετάρτωι λύειν τὰ πένθη τοὺς ἄν- | |
δρας, τὰς δὲ γυναῖκας τῶι πέμπτωι, | |
καὶ ἐξανίστασθαι ἐκ τῆς κηδείας | |
15 | καὶ ἐκπορεύεσθαι τὰς γυναῖκας |
τὰς ἐξόδους τὰς ἐν τῶι νόμωι γε- | |
γραμμένας ἐπάναγκον· τὸν δὲ γυ- | |
ναικονόμον τὸν ὑπὸ τοῦ δήμου αἱ- | |
ρούμενον τοῖς ἁγνισμοῖς τοῖς πρὸ | |
20 | τῶν Θεσμοφορίων ἐπεύχεσθαι τοῖς ἐμ- |
μένουσιν καὶ ταῖς πειθομέναις τῶι- | |
δε τῶι νόμωι εὖ εἶναι καὶ τῶν ὑπαρχόν- | |
των ἀγαθῶν ὄνησιν, τοῖς δὲ μὴ πειθο- | |
μένοις μηδὲ ταῖς ἐμμενούσαις τἀ- | |
25 | ναντία· καὶ μὴ ὅσιον αὐταῖς εἶναι, ὡς |
ἀσεβούσαις, θύειν μηθενὶ θεῶν ἐπὶ δέ- | |
κα ἔτη· τὸν δὲ μετὰ Δημήτριον | |
στεφανηφόρον ταμίαν αἱρεθέντα | |
ἀναγράψαι τόνδε τὸν νόμον εἰς δύο | |
30 | στήλας καὶ ἀναθεῖναι τὴμ μὲν |
μίαν πρὸ τῶν θυρῶν τοῦ Θεσμοφο- | |
ρίου, τὴν δὲ πρὸ τοῦ νεὼ τῆς Ἀρτέ- | |
μιδος τῆς Λοχίας· ἀνενεγκάτω | |
δὲ ὁ ταμίας τὸ ἀνάλωμα τὸ γε- | |
35 | νόμενον εἰς τὰστήλας {²⁶τὰς στήλας}²⁶ τῶι |
πρώτωι λογιστηρίωι. |