[ ]
Aiol.Mys.: Kaikos — westl. von Kınık [Ac: Gambreion] — Ende 3.Jh.v.Chr. — CIG 3562
| 1 | ἀγαθῆι τύχηι, ἱ̣ε̣ρ̣ονομοῦντος |
| Δημητρίου, μηνὸς Θαργηλιῶνος | |
| δευτέραι, Ἀλέξων Δάμωνος εἶ- | |
| πεν· νόμον εἶναι Γαμβρειώταις | |
| 5 | τὰς πενθούσας ἔχειν φαιὰν ἐσθῆ- |
| τα μὴ κατερρυπωμένην· χρῆσθαι | |
| δὲ καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας | |
| τοὺς πενθοῦντας ἐσθῆτι φαιᾶι, | |
| ἐὰμ μὴ βούλωνται λευκῆι· ἐπιτε- | |
| 10 | λεῖν δὲ τὰ νόμιμα τοῖς ἀποιχομέ- |
| νοις ἔσχατον ἐν τρισὶ μησίν, τῶι δὲ | |
| τετάρτωι λύειν τὰ πένθη τοὺς ἄν- | |
| δρας, τὰς δὲ γυναῖκας τῶι πέμπτωι, | |
| καὶ ἐξανίστασθαι ἐκ τῆς κηδείας | |
| 15 | καὶ ἐκπορεύεσθαι τὰς γυναῖκας |
| τὰς ἐξόδους τὰς ἐν τῶι νόμωι γε- | |
| γραμμένας ἐπάναγκον· τὸν δὲ γυ- | |
| ναικονόμον τὸν ὑπὸ τοῦ δήμου αἱ- | |
| ρούμενον τοῖς ἁγνισμοῖς τοῖς πρὸ | |
| 20 | τῶν Θεσμοφορίων ἐπεύχεσθαι τοῖς ἐμ- |
| μένουσιν καὶ ταῖς πειθομέναις τῶι- | |
| δε τῶι νόμωι εὖ εἶναι καὶ τῶν ὑπαρχόν- | |
| των ἀγαθῶν ὄνησιν, τοῖς δὲ μὴ πειθο- | |
| μένοις μηδὲ ταῖς ἐμμενούσαις τἀ- | |
| 25 | ναντία· καὶ μὴ ὅσιον αὐταῖς εἶναι, ὡς |
| ἀσεβούσαις, θύειν μηθενὶ θεῶν ἐπὶ δέ- | |
| κα ἔτη· τὸν δὲ μετὰ Δημήτριον | |
| στεφανηφόρον ταμίαν αἱρεθέντα | |
| ἀναγράψαι τόνδε τὸν νόμον εἰς δύο | |
| 30 | στήλας καὶ ἀναθεῖναι τὴμ μὲν |
| μίαν πρὸ τῶν θυρῶν τοῦ Θεσμοφο- | |
| ρίου, τὴν δὲ πρὸ τοῦ νεὼ τῆς Ἀρτέ- | |
| μιδος τῆς Λοχίας· ἀνενεγκάτω | |
| δὲ ὁ ταμίας τὸ ἀνάλωμα τὸ γε- | |
| 35 | νόμενον εἰς τὰστήλας {²⁶τὰς στήλας}²⁶ τῶι |
| πρώτωι λογιστηρίωι. |