[ ] Aiol.Mys.: Adramyttenos Kolpos — Taylıeli [Ab: Adramytteion] — 168-160/59 v.Chr. — EA 9,1987,37-39 [SEG 37,1006]
0 [ — — — — — — — — — — — — — — — ]
[ἐπεὶ Πάμφιλος Ἀρτεμιδώ]ρ̣ο̣υ̣ π̣ο̣λ̣[ί]-
[της ὑπάρχ]ων ἡμέτερος πρότερον̣
[μὲν συστα]θεὶς τῶι βασιλεῖ Εὐμένει
[καὶ τῆς πί]σ̣τεως οὐ μικρὰς ἀποδεί-
5 [ξεις ποιησ]άμενος τῆς καθηκούσης
[ἠξιώθη π]α̣ρ’ αὐτῶι προαγωγῆς καὶ [τι]-
[μῆς· νῦν δὲ κ]ριθεὶς ἐπιτήδειος εἶναι
[διὰ τὴν περ]ὶ αὐτὸν ὑπάρχουσαν εὔ-
[νοιαν καὶ συ]σταθεὶς τῆι βασιλίσσηι Στρα-
10 [τονίκηι κ]αλῶς καὶ συμφερόντως ἀνα-
[στρέφε]τα̣ι̣ τοῖς τε τοῦ βασιλέως πράγμα-
[σι καὶ τοῖ]ς τῆς βασιλίσση[ς καὶ Ἀ]ττάλου, δ[ει]-
[κνύμενος] ἐμ πᾶσιν τὴμ περ̣ὶ̣ α̣ὐ̣τὸν ὑπά[ρ]-
[χουσαν] με̣τριότητα· πρός τε τὸν δῆμον
15 [ἐκτε]νῆ̣ [καὶ] φιλότιμον ἑαυτὸν παρεχόμε-
[νος διατελ]ε̣ῖ καὶ τοῖς ἐντυγχάνουσιν τῶ[ν]
[πολι]τ̣ῶν καὶ κοινῆι καὶ κατ’ ἰδίαν ἀεί τινος ἀγ[α]-
[θοῦ βούλε]ται παραίτιος γίνεσθα̣ι̣· ἵ̣να οὖγ καὶ
[ὁ δῆμ]ος φαίνηται τιμῶν τοὺς ἀξίους
20 [τῶν ἀνδρ]ῶν· δέδοχθαι τῆι ἱερᾶι ἐκκλη-
ίαι· ἐ]παινέσαι Πάμφιλον Ἀρτεμιδώρου
[καὶ στ]εφανῶσαι χρυσῶι στεφάνωι καὶ εἰ-
[κόνι χ]αλκῆι ἐπί τε τῆι πρὸς τὸν βασιλέα καὶ
[τὴν β]ασιλίσσαν καὶ Ἄτταλον καὶ τὸν ἡμέ-
25 [τερον] δ̣ῆ̣μον εὐνοίαι, ἣν στῆσαι ἐν τῆι ἀ[γο]-
[ρᾶι κα]ὶ ἀναγγελίαν τούτων ποιήσασθαι
[τὸν ἀγωνο]θέτην ἐν τῆι πανηγύρει· ἵνα δὲ
[καὶ ἡ τοῦ δ]ήμου προαίρεσις φανερὰ πᾶσιν ὑ[π]-
[άρχηι, ἀν]α̣γράψαι τόδε τὸ ψήφισμα τὸγ γραμ-
30 [ματέα τοῦ] δήμου εἰς τὴν στήλην λευκοῦ λίθου
[καὶ στῆσα]ι̣ π̣αρὰ τὴν εἰκόνα· εἰς δὲ τὴν ἀνα-
[γραφὴν κα]ὶ̣ στάσιν αὐτῆς μερίσαι τὸν ταμ[ί]-
[αν τὸ ἐσόμε]νον ἀνάλωμα ἐκ τῶν τοῦ δήμ̣[ου]
[προσόδων, ὅ]πως τούτων οὕτως συντελ[εσ]-
35 [θέντων ἦι ἐπ]ί̣σ̣ημος ἡ παρὰ τοῦ δήμου χά[ρις]
[πᾶσι τοῖς αὐτ]ὸν εὐεργετοῦσιν· ἔδοξ[εν].
Search Help
Contact Us