[ ]
Aiol.Mys.: Adramyttenos Kolpos — Taylıeli [Ab: Adramytteion] — 168-160/59 v.Chr. — EA 9,1987,37-39 [SEG 37,1006]
| 0 | [ — — — — — — — — — — — — — — — ] |
| [ἐπεὶ Πάμφιλος Ἀρτεμιδώ]ρ̣ο̣υ̣ π̣ο̣λ̣[ί]- | |
| [της ὑπάρχ]ων ἡμέτερος πρότερον̣ | |
| [μὲν συστα]θεὶς τῶι βασιλεῖ Εὐμένει | |
| [καὶ τῆς πί]σ̣τεως οὐ μικρὰς ἀποδεί- | |
| 5 | [ξεις ποιησ]άμενος τῆς καθηκούσης |
| [ἠξιώθη π]α̣ρ’ αὐτῶι προαγωγῆς καὶ [τι]- | |
| [μῆς· νῦν δὲ κ]ριθεὶς ἐπιτήδειος εἶναι | |
| [διὰ τὴν περ]ὶ αὐτὸν ὑπάρχουσαν εὔ- | |
| [νοιαν καὶ συ]σταθεὶς τῆι βασιλίσσηι Στρα- | |
| 10 | [τονίκηι κ]αλῶς καὶ συμφερόντως ἀνα- |
| [στρέφε]τα̣ι̣ τοῖς τε τοῦ βασιλέως πράγμα- | |
| [σι καὶ τοῖ]ς τῆς βασιλίσση[ς καὶ Ἀ]ττάλου, δ[ει]- | |
| [κνύμενος] ἐμ πᾶσιν τὴμ περ̣ὶ̣ α̣ὐ̣τὸν ὑπά[ρ]- | |
| [χουσαν] με̣τριότητα· πρός τε τὸν δῆμον | |
| 15 | [ἐκτε]νῆ̣ [καὶ] φιλότιμον ἑαυτὸν παρεχόμε- |
| [νος διατελ]ε̣ῖ καὶ τοῖς ἐντυγχάνουσιν τῶ[ν] | |
| [πολι]τ̣ῶν καὶ κοινῆι καὶ κατ’ ἰδίαν ἀεί τινος ἀγ[α]- | |
| [θοῦ βούλε]ται παραίτιος γίνεσθα̣ι̣· ἵ̣να οὖγ καὶ | |
| [ὁ δῆμ]ος φαίνηται τιμῶν τοὺς ἀξίους | |
| 20 | [τῶν ἀνδρ]ῶν· δέδοχθαι τῆι ἱερᾶι ἐκκλη- |
| [σίαι· ἐ]παινέσαι Πάμφιλον Ἀρτεμιδώρου | |
| [καὶ στ]εφανῶσαι χρυσῶι στεφάνωι καὶ εἰ- | |
| [κόνι χ]αλκῆι ἐπί τε τῆι πρὸς τὸν βασιλέα καὶ | |
| [τὴν β]ασιλίσσαν καὶ Ἄτταλον καὶ τὸν ἡμέ- | |
| 25 | [τερον] δ̣ῆ̣μον εὐνοίαι, ἣν στῆσαι ἐν τῆι ἀ[γο]- |
| [ρᾶι κα]ὶ ἀναγγελίαν τούτων ποιήσασθαι | |
| [τὸν ἀγωνο]θέτην ἐν τῆι πανηγύρει· ἵνα δὲ | |
| [καὶ ἡ τοῦ δ]ήμου προαίρεσις φανερὰ πᾶσιν ὑ[π]- | |
| [άρχηι, ἀν]α̣γράψαι τόδε τὸ ψήφισμα τὸγ γραμ- | |
| 30 | [ματέα τοῦ] δήμου εἰς τὴν στήλην λευκοῦ λίθου |
| [καὶ στῆσα]ι̣ π̣αρὰ τὴν εἰκόνα· εἰς δὲ τὴν ἀνα- | |
| [γραφὴν κα]ὶ̣ στάσιν αὐτῆς μερίσαι τὸν ταμ[ί]- | |
| [αν τὸ ἐσόμε]νον ἀνάλωμα ἐκ τῶν τοῦ δήμ̣[ου] | |
| [προσόδων, ὅ]πως τούτων οὕτως συντελ[εσ]- | |
| 35 | [θέντων ἦι ἐπ]ί̣σ̣ημος ἡ παρὰ τοῦ δήμου χά[ρις] |
| [πᾶσι τοῖς αὐτ]ὸν εὐεργετοῦσιν· ἔδοξ[εν]. |