[ ] Äg. Inseln — Andros, Lamyra [Aa: Adramytteion] — 106 v.Chr. — IG XII 5,722 + EA 15,1990,2
I.1       Τιμοκρίτου τοῦ Σωκλέους δικαστοῦ καὶ
      Ἰφικράτου τοῦ Ἰσοχρύσου γραμματέως
ἀρχόντων γνώμη περὶ ὧν προεγράψαντο καὶ ἡ βουλὴ προεβού-
λευσεν· ἐπεὶ τῶν παραγεγονότων δικαστῶν ἀπὸ τῆς ξένης δε-
5 δικακότων τάς τε κατὰ τοὺς νόμους συνεστηκείας συνεστηκ<υ>ίας {⁴συνεστηκείας}⁴ δίκας καὶ τὰ
ἀναπεμφθέντα κριτήρια ὑπὸ Γναίου Αὐφιδίου Γναίου ὑοῦ τοῦ ἀντι-
στρατήγου, καλῶς ἔχον ἀνεστραμμένων τῶν ἀνδρῶν ἐμ πᾶσι[ν]
ἴσως καὶ δικαίω[ς, ἀπο]δοχῆς ἀξιωθῆναι τὴν ἀρετὴν αὐτῶν· δεδό-
χθαι τῆι βου[λῆι καὶ τῶ]ι δ[ήμωι· ἐπ]η[ινῆσθ]αί τε αὐτοὺς ἐπὶ τοῖς προ-
10 [γ]εγραμμένο[ι]ς, καὶ π[ερὶ τῶν δοθησ]ο[μένω]ν τιμίων ταῖς τε πατρίσιν αὐ-
[τῶ]ν καὶ τοῖς ἐ[ξ]απεσ[ταλμένοις ἀνδ]ράσιν προνοιηθῆναι {²⁶προνοηθῆναι}²⁶ τοὺς
[ἄρχ]οντας ἐν το[ῖ]ς ἐνν[όμοις χρ]όν[οις]· κληθῆναι δὲ αὐτοὺς καὶ
[ἐπ]ὶ ξενισμὸν εἰς τὸ π[ρυταν]εῖον ἐπὶ τὴν βουλαίαν Ἑστίαν, με-
[ρίσ]αντος Ἀρχέο[υ] τοῦ ταμίου εἰς τὴν ἐγδοχὴν αὐτῶν ὅσον ἂν
15 τῶι δήμωι δόξηι· πέμψαι δὲ τὸν Ἀρχέαν καὶ ἑκάστωι τῶν δι-
καστῶν καὶ τῶν γραμματέων ξένια τὰ ἐκ τοῦ νόμου· προνοηθῆ-
ναι δὲ τοὺς ἄρχοντας καὶ περὶ τῆς ἀφόδου αὐτῶν, ὅπως διακομισ-
θ[ῶσιν ἀσφ]αλῶς· ἵνα δὲ καὶ οἱ ἐξαπεσταλκότες δῆμοι [παρα]κο-
λ[ουθῶσι] τοῖς ἐψηφισμένοις, ἐπιμέλειαν ποιήσασθα[ι τοὺς ἄρ]-
20 χο[ντας], ὅπως ἀναπεμφθῇ πρὸς ἑκάστους τὸ ἀντίγρα[φον τοῦδε]
τοῦ ψηφίσματος· [εἶνα]ι δὲ τὸ ψήφισμα εἰς πόλεως σωτηρ[ί]-
αν· ἔδοξεν καὶ ἐδ[όθ]ησαν δραχμαὶ χίλιαι ἑπτακόσιαι.
II.23                vac.    ἀπόκ̣ρ̣ιμα Ἀδραμυτηνῶν       vac.
ἀ̣ρχόντων γ̣νώ[μ]η̣ vac. περὶ ὧν προεγράψαντο καὶ ἡ βουλὴ προε-
25 β̣ούλευσεν̣ vac. [ἐπ]εὶ Τιμόκριτος Σωκλέους ὁ ἐ̣ξαποσταλεὶ[ς]
[δ]ικαστὴς ὑ̣[π]ὸ τ[ο]ῦ δήμου τοῦ Ἀνδρίων ὄντος συγγενοῦς κα̣[ὶ]
φίλου κ̣ατ[ὰ ψήφισμα] εἰς τὴν πόλιν ἡμῶν τήν τε ἐπιδημίαν ἐ̣-
ποιήσα[το καλὴν καὶ] ε̣ὐ̣σ̣χή̣μονα καὶ ἀξίαν ἑκατέρων τῶν π[ό]-
[λ]εων vac. καὶ̣ [δι]ε[δίκασ]ε̣[ν τ]ὰ̣ς εἰσ̣αχθ̣είσας δίκας ἴσως καὶ δικ[αί]-
30 ω̣ς τη̣ρῶν τούς τ[ε νόμ]ο̣[υ]ς κ̣[α]ὶ τ[ὰ] ψ̣ηφίσματ̣α vac. προαιρού- μενο̣[ς]
[δὲ τοὺ]ς δια[φερομένους εἰ]ς̣ ὁμόνο[ιαν ἄγ]ε̣ιν ἐπέλυσ̣έν τ[ε․]
[— — — — — — 30-35 — — — — — — — — ἄ]ξια τῶν τε ἀνα[․․․]
[— — — — — — 30-35 — — — — — — — — ἀντι]στρατηγ̣ — — — —
[— — — — — — 30-35 — — — — — — — — πρ]ο̣σ̣η̣ν̣έγ̣κα̣τ̣ο [․2-3․]
35 [— — — — — — 30-35 — — — — — — — Ἰ]φ̣[ι]κ̣[ρ]άτης vac. Ἰσο[χρύ]-
[σου ὁ γραμματεὺς φιλοτί]μως̣ [κ]α[ὶ] vac.? δ̣ι̣κ̣α[ίως τ]ὴ̣ν καθ’ ἑ̣αυτὸν χ[ρεί]-
[α]ν̣ ἀν̣έ[γκλητον παρέσ]χε̣το [vac.] κ̣[α]λ̣[ῶ]ς̣ [ἔχο]ν̣τος τῶι δή̣μωι τοὺ[ς]
[κ]αλοὺς [καὶ][γ]αθο[ὺς τῶν] ἀ̣νδρῶν ἀπ̣οδοχῆς ἀξιο̣[ῦ]σ̣θα̣ι [ε]ἰς τ̣[οὺς]
ἄλλου[ς, δ]ε̣[δό]χ̣[θα]ι̣ [τεῖ τε] βουλεῖ {²⁶βουλῇ}²⁶ καὶ τῶι δ̣ήμωι ἐπη̣ιν̣ῆσθαι τε [αὐ]-
40 [τ]οὺς ἐπὶ τοῖς π[ρο]γ̣[ε]γρ̣[αμμένοι]ς̣ καὶ̣ περ[ὶ τῶ]ν̣ [δοθ]η̣σ̣[ο]μένων τιμίω[ν]
[α]ὐτοῖς̣ τε καὶ τῶι̣ [ἐξαπεσταλκότι?] δ̣[ήμωι] π̣ρ̣[ον]οιη̣θ̣ῆν̣[αι] {²⁶προνοηθῆναι}²⁶ vac. τ̣οὺς̣ ἄρχον̣-
[τα]ς ἐ̣ν̣ [τ]ο̣[ῖ]ς̣ ἐν̣[ν]όμ̣οι[ς χρόνοις καὶ ὅπως διακομίζω]ντ[α]ι εἰς τ[ὴν]
[πόλιν, καὶ τ]οὺς ἄρχοντας [διαπέμψασθαι τὸ ἀντίγραφ]ον τοῦδε vac. το[ῦ]
[ψηφίσματ]ο̣ς [πρὸς τ]ὸν̣ [δῆμον τὸν Ἀνδρίων· vac. ἔ]δ̣ο̣ξ̣[εν].
45
III.45      [τιμ]αὶ παρὰ Ἀδραμυτην[ῶν]
[ἀρχόντ]ων γνώμη περὶ ὧν προεγράψαντο [καὶ] ἡ β[ουλὴ προεβούλευ]-
[σε]ν· ἐπειδὴ Τιμόκριτος Σωκλέους ἀποσταλεὶς δικαστὴς [ὑπὸ τοῦ δη]-
[μ]ου τοῦ Ἀνδρίων τήν τε διαδικασίαν ἐποιήσατο ἴσην καὶ δικαία[ν καὶ]
[τ]ὴν παρεπιδημίαν πρέπουσαν τῆι τε ἡμετέραι πόλει καὶ τῆι ἑαυτο[ῦ]
50 πατρίδι, ὁμοίως δὲ καὶ Ἰφικράτης Ἰσοχρύσου ὁ γραμματεὺς αὐτο[ῦ]
παρέσχετο τὴν καθ’ ἑαυτὸν χρείαν καθάπερ ἐπέβαλλεν ἀνδρὶ σ[ώ]-
φρονι, καλῶς δὲ ἔχοντος τῶι δήμωι τιμᾶν τοὺς καλοὺς καὶ ἀγ[α]-
θούς, δεδόχθαι τῆι ἱερᾶι ἐκκλησίαι, ἐπηινῆσθαί τε αὐτοὺς καὶ στ[ε]-
φανῶσαι τὸμ μὲν δικαστὴν χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι, τὸν
55 δὲ γραμματέα χρυσῶι στεφάνωι καὶ εἰκόνι γραπτῆι ἐπὶ τῶι ἀναστρ[α]-
φέντας ἐμ πᾶσιν ἀνεγκλήτως εὐεργετηκέναι τὸν δῆμον· τοὺς δὲ
ἄρχοντας διαπέμψασθαι τὸ ἀντίγραφον τοῦδε τοῦ ψηφίσματος
εἰς τὴν πατρίδα αὐτῶν, ὅπως τούτων οὕτως συντελεσθέντων κα-
λῶς καὶ πρεπόντως ἔχηι τῶι δήμωι τὰς ἀξίας ἀπονέμων(!) {²⁶ἀπονέμοντι}²⁶ χάριτας
60 τῶν εἰς ἑαυτὸν εὐεργεσιῶν· ἔδοξεν.
III,l          {²im Kranz:
61      ὁ δῆμος ὁ Ἀδραμυτηνῶν
     Τιμόκριτον Σωκλέους.
III,r                                     {²im Kranz:
61                                  ὁ δῆμος ὁ Ἀδραμυτηνῶν
                                Ἰφικράτην Ἰσοχρύσου.
Search Help