[ ]
Äg. Inseln — Andros, Lamyra [Aa: Adramytteion] — 106 v.Chr. — IG XII 5,722 + EA 15,1990,2
| I.1 | Τιμοκρίτου τοῦ Σωκλέους δικαστοῦ καὶ |
| Ἰφικράτου τοῦ Ἰσοχρύσου γραμματέως | |
| ἀρχόντων γνώμη περὶ ὧν προεγράψαντο καὶ ἡ βουλὴ προεβού- | |
| λευσεν· ἐπεὶ τῶν παραγεγονότων δικαστῶν ἀπὸ τῆς ξένης δε- | |
| 5 | δικακότων τάς τε κατὰ τοὺς νόμους συνεστηκείας συνεστηκ<υ>ίας {⁴συνεστηκείας}⁴ δίκας καὶ τὰ |
| ἀναπεμφθέντα κριτήρια ὑπὸ Γναίου Αὐφιδίου Γναίου ὑοῦ τοῦ ἀντι- | |
| στρατήγου, καλῶς ἔχον ἀνεστραμμένων τῶν ἀνδρῶν ἐμ πᾶσι[ν] | |
| ἴσως καὶ δικαίω[ς, ἀπο]δοχῆς ἀξιωθῆναι τὴν ἀρετὴν αὐτῶν· δεδό- | |
| χθαι τῆι βου[λῆι καὶ τῶ]ι δ[ήμωι· ἐπ]η[ινῆσθ]αί τε αὐτοὺς ἐπὶ τοῖς προ- | |
| 10 | [γ]εγραμμένο[ι]ς, καὶ π[ερὶ τῶν δοθησ]ο[μένω]ν τιμίων ταῖς τε πατρίσιν αὐ- |
| [τῶ]ν καὶ τοῖς ἐ[ξ]απεσ[ταλμένοις ἀνδ]ράσιν προνοιηθῆναι {²⁶προνοηθῆναι}²⁶ τοὺς | |
| [ἄρχ]οντας ἐν το[ῖ]ς ἐνν[όμοις χρ]όν[οις]· κληθῆναι δὲ αὐτοὺς καὶ | |
| [ἐπ]ὶ ξενισμὸν εἰς τὸ π[ρυταν]εῖον ἐπὶ τὴν βουλαίαν Ἑστίαν, με- | |
| [ρίσ]αντος Ἀρχέο[υ] τοῦ ταμίου εἰς τὴν ἐγδοχὴν αὐτῶν ὅσον ἂν | |
| 15 | τῶι δήμωι δόξηι· πέμψαι δὲ τὸν Ἀρχέαν καὶ ἑκάστωι τῶν δι- |
| καστῶν καὶ τῶν γραμματέων ξένια τὰ ἐκ τοῦ νόμου· προνοηθῆ- | |
| ναι δὲ τοὺς ἄρχοντας καὶ περὶ τῆς ἀφόδου αὐτῶν, ὅπως διακομισ- | |
| θ[ῶσιν ἀσφ]αλῶς· ἵνα δὲ καὶ οἱ ἐξαπεσταλκότες δῆμοι [παρα]κο- | |
| λ[ουθῶσι] τοῖς ἐψηφισμένοις, ἐπιμέλειαν ποιήσασθα[ι τοὺς ἄρ]- | |
| 20 | χο[ντας], ὅπως ἀναπεμφθῇ πρὸς ἑκάστους τὸ ἀντίγρα[φον τοῦδε] |
| τοῦ ψηφίσματος· [εἶνα]ι δὲ τὸ ψήφισμα εἰς πόλεως σωτηρ[ί]- | |
| αν· ἔδοξεν καὶ ἐδ[όθ]ησαν δραχμαὶ χίλιαι ἑπτακόσιαι. | |
| II.23 | vac. ἀπόκ̣ρ̣ιμα Ἀδραμυτηνῶν vac. |
| ἀ̣ρχόντων γ̣νώ[μ]η̣ vac. περὶ ὧν προεγράψαντο καὶ ἡ βουλὴ προε- | |
| 25 | β̣ούλευσεν̣ vac. [ἐπ]εὶ Τιμόκριτος Σωκλέους ὁ ἐ̣ξαποσταλεὶ[ς] |
| [δ]ικαστὴς ὑ̣[π]ὸ τ[ο]ῦ δήμου τοῦ Ἀνδρίων ὄντος συγγενοῦς κα̣[ὶ] | |
| φίλου κ̣ατ[ὰ ψήφισμα] εἰς τὴν πόλιν ἡμῶν τήν τε ἐπιδημίαν ἐ̣- | |
| ποιήσα[το καλὴν καὶ] ε̣ὐ̣σ̣χή̣μονα καὶ ἀξίαν ἑκατέρων τῶν π[ό]- | |
| [λ]εων vac. καὶ̣ [δι]ε[δίκασ]ε̣[ν τ]ὰ̣ς εἰσ̣αχθ̣είσας δίκας ἴσως καὶ δικ[αί]- | |
| 30 | ω̣ς τη̣ρῶν τούς τ[ε νόμ]ο̣[υ]ς κ̣[α]ὶ τ[ὰ] ψ̣ηφίσματ̣α vac. προαιρού- μενο̣[ς] |
| [δὲ τοὺ]ς δια[φερομένους εἰ]ς̣ ὁμόνο[ιαν ἄγ]ε̣ιν ἐπέλυσ̣έν τ[ε․] | |
| [— — — — — — 30-35 — — — — — — — — ἄ]ξια τῶν τε ἀνα[․․․] | |
| [— — — — — — 30-35 — — — — — — — — ἀντι]στρατηγ̣ — — — — | |
| [— — — — — — 30-35 — — — — — — — — πρ]ο̣σ̣η̣ν̣έγ̣κα̣τ̣ο [․2-3․] | |
| 35 | [— — — — — — 30-35 — — — — — — — Ἰ]φ̣[ι]κ̣[ρ]άτης vac. Ἰσο[χρύ]- |
| [σου ὁ γραμματεὺς φιλοτί]μως̣ [κ]α[ὶ] vac.? δ̣ι̣κ̣α[ίως τ]ὴ̣ν καθ’ ἑ̣αυτὸν χ[ρεί]- | |
| [α]ν̣ ἀν̣έ[γκλητον παρέσ]χε̣το [vac.] κ̣[α]λ̣[ῶ]ς̣ [ἔχο]ν̣τος τῶι δή̣μωι τοὺ[ς] | |
| [κ]αλοὺς [καὶ] ἀ[γ]αθο[ὺς τῶν] ἀ̣νδρῶν ἀπ̣οδοχῆς ἀξιο̣[ῦ]σ̣θα̣ι [ε]ἰς τ̣[οὺς] | |
| ἄλλου[ς, δ]ε̣[δό]χ̣[θα]ι̣ [τεῖ τε] βουλεῖ {²⁶βουλῇ}²⁶ καὶ τῶι δ̣ήμωι ἐπη̣ιν̣ῆσθαι τε [αὐ]- | |
| 40 | [τ]οὺς ἐπὶ τοῖς π[ρο]γ̣[ε]γρ̣[αμμένοι]ς̣ καὶ̣ περ[ὶ τῶ]ν̣ [δοθ]η̣σ̣[ο]μένων τιμίω[ν] |
| [α]ὐτοῖς̣ τε καὶ τῶι̣ [ἐξαπεσταλκότι?] δ̣[ήμωι] π̣ρ̣[ον]οιη̣θ̣ῆν̣[αι] {²⁶προνοηθῆναι}²⁶ vac. τ̣οὺς̣ ἄρχον̣- | |
| [τα]ς ἐ̣ν̣ [τ]ο̣[ῖ]ς̣ ἐν̣[ν]όμ̣οι[ς χρόνοις καὶ ὅπως διακομίζω]ντ[α]ι εἰς τ[ὴν] | |
| [πόλιν, καὶ τ]οὺς ἄρχοντας [διαπέμψασθαι τὸ ἀντίγραφ]ον τοῦδε vac. το[ῦ] | |
| [ψηφίσματ]ο̣ς [πρὸς τ]ὸν̣ [δῆμον τὸν Ἀνδρίων· vac. ἔ]δ̣ο̣ξ̣[εν]. | |
| 45 | |
| III.45 | [τιμ]αὶ παρὰ Ἀδραμυτην[ῶν] |
| [ἀρχόντ]ων γνώμη περὶ ὧν προεγράψαντο [καὶ] ἡ β[ουλὴ προεβούλευ]- | |
| [σε]ν· ἐπειδὴ Τιμόκριτος Σωκλέους ἀποσταλεὶς δικαστὴς [ὑπὸ τοῦ δη]- | |
| [μ]ου τοῦ Ἀνδρίων τήν τε διαδικασίαν ἐποιήσατο ἴσην καὶ δικαία[ν καὶ] | |
| [τ]ὴν παρεπιδημίαν πρέπουσαν τῆι τε ἡμετέραι πόλει καὶ τῆι ἑαυτο[ῦ] | |
| 50 | πατρίδι, ὁμοίως δὲ καὶ Ἰφικράτης Ἰσοχρύσου ὁ γραμματεὺς αὐτο[ῦ] |
| παρέσχετο τὴν καθ’ ἑαυτὸν χρείαν καθάπερ ἐπέβαλλεν ἀνδρὶ σ[ώ]- | |
| φρονι, καλῶς δὲ ἔχοντος τῶι δήμωι τιμᾶν τοὺς καλοὺς καὶ ἀγ[α]- | |
| θούς, δεδόχθαι τῆι ἱερᾶι ἐκκλησίαι, ἐπηινῆσθαί τε αὐτοὺς καὶ στ[ε]- | |
| φανῶσαι τὸμ μὲν δικαστὴν χρυσῶι στεφάνωι καὶ εἰκόνι χαλκῆι, τὸν | |
| 55 | δὲ γραμματέα χρυσῶι στεφάνωι καὶ εἰκόνι γραπτῆι ἐπὶ τῶι ἀναστρ[α]- |
| φέντας ἐμ πᾶσιν ἀνεγκλήτως εὐεργετηκέναι τὸν δῆμον· τοὺς δὲ | |
| ἄρχοντας διαπέμψασθαι τὸ ἀντίγραφον τοῦδε τοῦ ψηφίσματος | |
| εἰς τὴν πατρίδα αὐτῶν, ὅπως τούτων οὕτως συντελεσθέντων κα- | |
| λῶς καὶ πρεπόντως ἔχηι τῶι δήμωι τὰς ἀξίας ἀπονέμων(!) {²⁶ἀπονέμοντι}²⁶ χάριτας | |
| 60 | τῶν εἰς ἑαυτὸν εὐεργεσιῶν· ἔδοξεν. |
| III,l | {²im Kranz:}² |
| 61 | ὁ δῆμος ὁ Ἀδραμυτηνῶν |
| Τιμόκριτον Σωκλέους. | |
| III,r | {²im Kranz:}² |
| 61 | ὁ δῆμος ὁ Ἀδραμυτηνῶν |
| Ἰφικράτην Ἰσοχρύσου. |