[ ]
Tr.: südl. Troas — Assos (Behramkale) — 37 n.Chr. — IK 4,26
1 | ἐπὶ ὑπάτων Γναίου Ἀκερρωνίου |
Πρόκλου καὶ Γαΐου Ποντίου Πετρω- | |
νίου Νιγρίνου | |
ψήφισμα Ἀσσίων γνώμηι τοῦ δήμου | |
5 | ἐπεὶ ἡ κατ’ εὐχὴν πᾶσιν ἀνθρώποις ἐλπισθεῖσα Γαΐου |
Καίσαρος Γερμανικοῦ Σεβαστοῦ ἡγεμονία κατήνγελται, | |
οὐδὲν δὲ μέτρον χαρᾶς εὕρηκε ὁ κόσμος, πᾶσα δὲ πόλις | |
καὶ πᾶν ἔθνος ἐπὶ τὴν τοῦ θεοῦ ὄψιν ἔσπευκεν, ὡς ἂν τοῦ | |
ἡδίστου ἀνθρώποις αἰῶνος νῦν ἐνεστῶτος, | |
10 | ἔδοξεν τῆι βουλῆι καὶ τοῖς πραγματευομένοις παρ’ ἡμῖν |
Ῥωμαίοις καὶ τῶι δήμωι τῶι Ἀσσίων κατασταθῆναι πρεσ- | |
βείαν ἐκ τῶν πρώτων καὶ ἀρίστων Ῥωμαίων τε καὶ Ἑλλή- | |
νων τὴν ἐντευξομένην καὶ συνησθησομένην αὐτῶι, | |
δεηθησομένην τε ἔχειν διὰ μνήμης καὶ κηδεμονίας | |
15 | τὴν πόλιν, καθὼς καὶ αὐτὸς μετὰ τοῦ πατρὸς Γερμανικοῦ |
ἐπιβὰς πρώτως τῆι ἐπαρχείαι τῆς ἡμετέρας πόλεως | |
ὑπέσχετο· | |
ὅρκος Ἀσσίων | |
ὄμνυμεν Δία Σωτῆρα καὶ θεὸν Καίσαρα Σεβαστὸν καὶ τὴν | |
20 | πάτριον ἁγνὴν Παρθένον εὐνοήσειν Γαΐωι Καίσαρι Σεβασ- |
τῶι καὶ τῶι σύμπαντι οἴκωι αὐτοῦ, καὶ φίλους τε κρίνειν, | |
οὓς ἂν αὐτὸς προαιρῇται, καὶ ἐχθρούς, οὓς ἂν αὐτὸς προβά- | |
ληται· εὐορκοῦσιν μὲν ἡμῖν εὖ εἴη, ἐφιορκοῦσιν δὲ τὰ ἐναν- | |
τία· | |
25 | πρεσβευταὶ ἐπηνγείλαντο ἐκ τῶν ἰδίων |
Γάϊος Οὐάριος Γαΐου υἱὸς Οὐολτινία Κάστος | |
Ἑρμοφάνης Ζωΐλου | |
Κτῆτος Πισιστράτου | |
Αἰσχρίων Καλ<λ>ιφάνους | |
30 | Ἀρτεμίδωρος Φιλομούσου |
οἵτινες καὶ ὑπὲρ τῆς Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ | |
σωτηρίας εὐξάμενοι Διὶ Καπιτωλίωι ἔθυσαν τῶι τῆς πόλε- | |
ως ὀνόματι. |