[ ]
Tr.: südl. Troas — Assos (Behramkale) — 37 n.Chr. — IK 4,26
| 1 | ἐπὶ ὑπάτων Γναίου Ἀκερρωνίου |
| Πρόκλου καὶ Γαΐου Ποντίου Πετρω- | |
| νίου Νιγρίνου | |
| ψήφισμα Ἀσσίων γνώμηι τοῦ δήμου | |
| 5 | ἐπεὶ ἡ κατ’ εὐχὴν πᾶσιν ἀνθρώποις ἐλπισθεῖσα Γαΐου |
| Καίσαρος Γερμανικοῦ Σεβαστοῦ ἡγεμονία κατήνγελται, | |
| οὐδὲν δὲ μέτρον χαρᾶς εὕρηκε ὁ κόσμος, πᾶσα δὲ πόλις | |
| καὶ πᾶν ἔθνος ἐπὶ τὴν τοῦ θεοῦ ὄψιν ἔσπευκεν, ὡς ἂν τοῦ | |
| ἡδίστου ἀνθρώποις αἰῶνος νῦν ἐνεστῶτος, | |
| 10 | ἔδοξεν τῆι βουλῆι καὶ τοῖς πραγματευομένοις παρ’ ἡμῖν |
| Ῥωμαίοις καὶ τῶι δήμωι τῶι Ἀσσίων κατασταθῆναι πρεσ- | |
| βείαν ἐκ τῶν πρώτων καὶ ἀρίστων Ῥωμαίων τε καὶ Ἑλλή- | |
| νων τὴν ἐντευξομένην καὶ συνησθησομένην αὐτῶι, | |
| δεηθησομένην τε ἔχειν διὰ μνήμης καὶ κηδεμονίας | |
| 15 | τὴν πόλιν, καθὼς καὶ αὐτὸς μετὰ τοῦ πατρὸς Γερμανικοῦ |
| ἐπιβὰς πρώτως τῆι ἐπαρχείαι τῆς ἡμετέρας πόλεως | |
| ὑπέσχετο· | |
| ὅρκος Ἀσσίων | |
| ὄμνυμεν Δία Σωτῆρα καὶ θεὸν Καίσαρα Σεβαστὸν καὶ τὴν | |
| 20 | πάτριον ἁγνὴν Παρθένον εὐνοήσειν Γαΐωι Καίσαρι Σεβασ- |
| τῶι καὶ τῶι σύμπαντι οἴκωι αὐτοῦ, καὶ φίλους τε κρίνειν, | |
| οὓς ἂν αὐτὸς προαιρῇται, καὶ ἐχθρούς, οὓς ἂν αὐτὸς προβά- | |
| ληται· εὐορκοῦσιν μὲν ἡμῖν εὖ εἴη, ἐφιορκοῦσιν δὲ τὰ ἐναν- | |
| τία· | |
| 25 | πρεσβευταὶ ἐπηνγείλαντο ἐκ τῶν ἰδίων |
| Γάϊος Οὐάριος Γαΐου υἱὸς Οὐολτινία Κάστος | |
| Ἑρμοφάνης Ζωΐλου | |
| Κτῆτος Πισιστράτου | |
| Αἰσχρίων Καλ<λ>ιφάνους | |
| 30 | Ἀρτεμίδωρος Φιλομούσου |
| οἵτινες καὶ ὑπὲρ τῆς Γαΐου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ | |
| σωτηρίας εὐξάμενοι Διὶ Καπιτωλίωι ἔθυσαν τῶι τῆς πόλε- | |
| ως ὀνόματι. |