[ ] Tr.: Skamander u. Nebentaler — Kurşunlu Küyü? [A,Ad: Skepsis, Ad: Parion] — hohe hellenistische Zeit — Taşlıklıoğlu, Trakya II 204-205 Nr.1 [BullEp 1972,371]
1                                     ΙΚΑ
                               ΙΗΔΗ δυο
                               ἡμέρας ΑΓ
                            Ν ὅπου ἂν δώκη
5                             πόλιν τὴν ἐπ ΙΚΑ
                                   ἓξ δραχμὰς ἑκάστωι
                           ἡμέρας τήνδε βοήθειαν ε[
                   ἐν ἡμέραις πέντε ἀφ’ ἧς ἂν ἐπαγγ[έλ]-
[λωσιν καὶ] πρεσβείαν ἀπέστελλεν ἕνδεκα
10 ἡμέραις ἀφ’ ἧς ἂν ἡμέρας ἐπαγγείλωσι· πολί-
την δὲ εἶναι τὸν Παριανὸν Σκηψίων ἐὰν θέ-
[λ], καὶ τὸν Σκήψιον Παριανῶν ἐὰν θέλῃ· καὶ
ἔνκτησιν εἶναι τῶι Παριαν̣ῶι ἐν Σκήψει καὶ
ἐὰν οἰκῆι ἐν Σκήψει καὶ ἂν μὴ οἰκῆι· κατὰ ταὐ-
15 τὰ δὲ καὶ τῶι Σκηψίωι ἐμ Παρίωι· ὅσοι δ’ ἂν
Σκηψίων οἰκῶσιν ἐμ Παρίωι ἢ γῆι τῆι Παρια-
νῶν ἓξ μῆνας ἢ πλέον φέρειν τέλη ὅσ’ ἂν Παρι-
ανοὶ φέρωσι καὶ ἄν τις Παριανῶν οἰκῆι ἐν
Σκήψει ἢ γῆι τῆι Σκηψίων ἓξ μῆνας ἢ πλέον
20 φέρειν τέλη ὅσα ἂν καὶ Σκήψιοι φέρωσι· ἢν
δέ τις χρήματα μεταβάληι φυγῆς ἕνεκεν,
ἀτελῆ εἶναι ἕνα ἐνιαυτόν· ἐν δὲ τοῖς ἀγῶσι
κηρύσσεσθαι εἰς προεδρίαν ἐμ Παρίωι Σκη-
ψίους καὶ ἐν Σκήψει Παριανούς· προσομνύ-
25 ναι δὲ τὴν βουλὴν καὶ τὰς ἄλλας ἀρχὰς ἐμ Π[α]-
ρίωι καὶ τὴν Σκηψίων βουλὴν καὶ τ[ὰς ἄλλας]
ἀρχὰς πρὸς τῶι ἄλλωι ὅρκωι κ[— — —
ἔτος ἐμμένειν τοῖς ὁρκίο[ις — — —
μενος Παριανοῖς κ[— — —
30 ἄλλο ἐπὶ συντιθω[— — —
τοῖς ὅρκοις [ — — —
τὴν βοήθειαν [ — — —
Search Help
Contact Us