[ ]
Tr.: Skamander u. Nebentaler — Kurşunlu Küyü? [A,Ad: Skepsis, Ad: Parion] — hohe hellenistische Zeit — Taşlıklıoğlu, Trakya II 204-205 Nr.1 [BullEp 1972,371]
1 | ΙΚΑ |
ΙΗΔΗ δυο | |
ἡμέρας ΑΓ | |
Ν ὅπου ἂν δώκη | |
5 | πόλιν τὴν ἐπ ΙΚΑ |
ἓξ δραχμὰς ἑκάστωι | |
ἡμέρας τήνδε βοήθειαν ε[ | |
ἐν ἡμέραις πέντε ἀφ’ ἧς ἂν ἐπαγγ[έλ]- | |
[λωσιν καὶ] πρεσβείαν ἀπέστελλεν ἕνδεκα | |
10 | ἡμέραις ἀφ’ ἧς ἂν ἡμέρας ἐπαγγείλωσι· πολί- |
την δὲ εἶναι τὸν Παριανὸν Σκηψίων ἐὰν θέ- | |
[λ]ῃ, καὶ τὸν Σκήψιον Παριανῶν ἐὰν θέλῃ· καὶ | |
ἔνκτησιν εἶναι τῶι Παριαν̣ῶι ἐν Σκήψει καὶ | |
ἐὰν οἰκῆι ἐν Σκήψει καὶ ἂν μὴ οἰκῆι· κατὰ ταὐ- | |
15 | τὰ δὲ καὶ τῶι Σκηψίωι ἐμ Παρίωι· ὅσοι δ’ ἂν |
Σκηψίων οἰκῶσιν ἐμ Παρίωι ἢ γῆι τῆι Παρια- | |
νῶν ἓξ μῆνας ἢ πλέον φέρειν τέλη ὅσ’ ἂν Παρι- | |
ανοὶ φέρωσι καὶ ἄν τις Παριανῶν οἰκῆι ἐν | |
Σκήψει ἢ γῆι τῆι Σκηψίων ἓξ μῆνας ἢ πλέον | |
20 | φέρειν τέλη ὅσα ἂν καὶ Σκήψιοι φέρωσι· ἢν |
δέ τις χρήματα μεταβάληι φυγῆς ἕνεκεν, | |
ἀτελῆ εἶναι ἕνα ἐνιαυτόν· ἐν δὲ τοῖς ἀγῶσι | |
κηρύσσεσθαι εἰς προεδρίαν ἐμ Παρίωι Σκη- | |
ψίους καὶ ἐν Σκήψει Παριανούς· προσομνύ- | |
25 | ναι δὲ τὴν βουλὴν καὶ τὰς ἄλλας ἀρχὰς ἐμ Π[α]- |
ρίωι καὶ τὴν Σκηψίων βουλὴν καὶ τ[ὰς ἄλλας] | |
ἀρχὰς πρὸς τῶι ἄλλωι ὅρκωι κ[— — — | |
ἔτος ἐμμένειν τοῖς ὁρκίο[ις — — — | |
μενος Παριανοῖς κ[— — — | |
30 | ἄλλο ἐπὶ συντιθω[— — — |
τοῖς ὅρκοις [ — — — | |
τὴν βοήθειαν [ — — — |