[ ]
Tr.: Skamander u. Nebentäler — ? [A: Ilion] — letztes Drittel 3.Jh.v.Chr. (wohl vor 202 v.Chr.) — IK 3,5
1 | ἐπὶ ἀγωνοθετῶν Εὐπολέμου τοῦ |
Ποσειδωνίου Ἰλιέως, Λύσιδος τοῦ Γύ- | |
νου Ἀσσίου, Μητροθέμιδος τοῦ Κλεανα- | |
κτίδου Δαρδανέως, Ἰδομενέως τοῦ Σφο- | |
5 | δριάδου Λαμψακηνοῦ, Πολυκλείους τοῦ Ἀπα- |
τουρίου Παριανοῦ, γραμματεύοντος δὲ | |
Ἀσκληπιοδώρου τοῦ Μηνίου Δαρδανέως, | |
μικρῶν Παναθηναίων· τούσδε ἐνέγρα- | |
ψαν οἱ ἀγωνοθέται ὀφείλοντας τῆι πανηγύ- | |
10 | ρει· τὴμ πόλιν τὴγ Καλχηδονίων οὐ κατενέγ- |
κασαν τοὺς τόκους δραχμὰς Ἀλεξανδρέ- | |
ας χιλίας διακοσίας τριάκοντα καὶ τῆς ἐ- | |
πισχέσεως τῆς δοθείσης τὸ ἐπιβάλλον | |
τῶι ἐνιαυτῶι Ἀλεξανδρείας εἴκοσι πέντε, | |
15 | καὶ ὅτι τὴν συνεδρείαν οὐκ ἀπέστειλαν |
Ἀλεξανδρείας χιλίας, καὶ ὅτι τὴμ βοῦν οὐκ ἤ- | |
γαγεν Ἀλεξανδρείας χιλίας· τὴμ πόλιν | |
τὴν Μυρλεανῶν οὐ κατενέγκασαν τοὺς | |
τόκους Ἀλεξανδρείας διακοσίας τεσ- | |
20 | σαράκοντα πέντε τριώβολον, καὶ ὅτι τὴν |
βοῦν οὐκ ἀπέστειλεν Ἀλεξανδρεί- | |
ας χιλίας, καὶ ὅτι τὴν συνεδρείαν οὐκ ἀ- | |
πέστειλεν Ἀλεξανδρείας χιλίας· | |
καὶ οὓς ζημιώσαντες καὶ οὐ δυνάμε- | |
25 | νοι πρᾶξαι καὶ ὀμόσαντες κατὰ τὸν νό- |
μον ἀνεγράψαμεν ὀφείλοντας τῆι πανη- | |
γύρει· οἱ ἀγωνοθέται ζημιοῦσιν Μενε- | |
κράτην Διονυσίου Ἰλιέα δραχμαῖς ἑκα- | |
τὸν ὅτι ἐργολαβήσας ταῦρον ὑποστή- | |
30 | σεσθαι καὶ λαβὼν ἀρραβῶνα Ἀλεξανδρ[εί]- |
[ας — — —]. |